Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.565
Not analysed yet
γεννῶντος φύσιν ἀποσυλᾷ. Τοῦτο δὲ φαμὲν ὡς ἐπὶ σωμάτων, ἕτερον ἔχοντος τοῦ πράγματος τύπον ἐπὶ Θεοῦ, ὅμως δ' οὖν ἐκ τῶν καθ' ἡμᾶς ἀληθεστάτην εἰσφέροντος τὴν εἰκόνα. Τοσαύτης τοίνυν μεταξὺ κειμένης διαφορᾶς, καὶ οὕτω μακροῦ διορίζοντος λόγου ποίημα καὶ Υἱὸν, ὅτου δὴ χάριν ὁ μακάριος εὐαγγελιστὴς τὰς ἐκ τοῦ Πνεύματος ἡμῖν διακονῶν ἀληθείας, πολλὰ καὶ ἀξιοθαύμαστα γενέσθαι σημεῖά φησιν, ἵνα πιστεύσωμεν ὅτι Ἰησοῦς Χριστὸς αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ οὐχὶ μᾶλλον εἷς τῶν ποιηθέντων παρὰ Θεοῦ, εἴπερ ἐστὶ γενητὸς, ὡς ἐκεῖνοι ληροῦντες φασίν. Ἀλλὰ τοῦτο μὲν οὐ φησὶν, εἰς δὲ τὴν τῆς υἱότητος ἔννοιαν ἀναφέρει τῶν ἀκροωμένων τὸν νοῦν. Οὐκ ἄρα γενητὸν νοεῖσθαι βούλεται τὸν Υἱὸν, καθὸ Λόγος ΛΟΓΟΣ ΛΓʹ Ὅτι Θεὸς κατὰ φύσιν τὸ Πνεῦμα, καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρός· δι' Υἱοῦ δὲ τῇ κτίσει χορηγούμενον. Πρότασις ὡς ἐκ τῶν δι' ἐναντίας. Εἰ διὰ τὸ λέγεσθαι, φασὶ, παρὰ ταῖς θείαις Γραφαῖς ἐκ Θεοῦ τὸ Πνεῦμα, τῆς οὐσίας αὐτὸ δώσομεν τοῦ Πατρὸς, καὶ ὁμοούσιον ὁμολογήσομεν τῇ τὰ πάντα ὑπερκειμένῃ φύσει, ἔστω καὶ πάντα τὰ ἄλλα κατὰ τόνδε τὸν τρόπον· ἐπειδήπερ τὰ πάντα ἐκ Θεοῦ τῆς ἀληθείας ὁ κήρυξ ὁμολογεῖ. Τί δὴ λοιπὸν τὸ ἐντεῦθεν; Πλῆθος ἄπειρον ἡμῖν εἰσῆκται θεῶν, εἴπερ τὸ ἐξ οὗ τοῖς πᾶσι προσκείμενον, πάντα δείκνυσιν ὁμοούσια τῷ Πατρί. Πρὸς τοῦτο λύσις. Τοῖς μὲν συνιέναι τὰς θείας ἐπιθυμοῦσι Γραφὰς, χρεία τις εἰς τὸ πιστεύειν ἑτοιμότητος. «Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε,» φησί που λόγος προφητικός. Ἐπειδὴ δὲ ἀμαθῶς καὶ ταῦτα προτείνουσιν οἱ δι' ἐναντίας, ἀνάγκη δὴ λοιπὸν ἐπ' ἐκεῖνα χωρεῖν, δι' ὧν τὸ ἐξ ὧν δυσφημοῦσιν ἀμαθῶς ἀποκρουσθήσεται βλάβος. Οὐχ οὕτως, ὦ βέλτιστοι, τὰ πάντα φαμὲν ἐκ Θεοῦ, καθάπερ καὶ τὸ Πνεῦμα. Τὸ μὲν γάρ ἐστι φυσικῶς ἐνυπάρχον αὐτῷ, καὶ οὐσιωδῶς ἐμπεπηγὸς, ἵν' οὕτως εἴπωμεν, καὶ ἀμερίστως ἐξ αὐτοῦ προϊόν. Τὰ δὲ τῆς ἐνεργείας ἔργα καὶ ποιήματα, δι' Υἱοῦ ἐν Πνεύματι γεγονότα καὶ οὕτως ἐκ Θεοῦ νοούμενα. Εἰ δὲ τούτοις ἡμῶν οὐ πείθεσθε τοῖς λόγοις, ἐν ἴσῃ δὲ τάξει τοῖς πεποιημένοις καὶ τὸ Πνεῦμα θήσετε, διὰ τὸ ἐκ Θεοῦ καὶ αὐτὸ λέγεσθαι, καθάπερ ἐκεῖνοι, τί τὸ κωλύον καὶ ἡμᾶς ἀνθυπενεγκόντας εἰπεῖν· Εἰ ἐκ Θεοῦ τὰ πάντα ἐστὶν, ὥσπερ καὶ τὸ Πνεῦμα, καὶ τὸ ἐξαίρετον οὐδὲν ἐν αὐτῷ παρὰ τὰ ποιήματα, διατί μὴ καὶ ἕκαστον τῶν γεγονότων, ἐπειδήπερ ἐκ Θεοῦ εἶναι λέγεται, οἶδε τὰ τοῦ Θεοῦ, καὶ ἐρευνᾷ τὰ βάθη τοῦ Θεοῦ; Διατί μὴ διὰ πάντων ἀποκαλύπτει Θεὸς, ἀλλὰ διὰ μόνου τοῦ Πνεύματος; Ὅτε τοίνυν τὰ μὲν ἄλλα ποιήματα, διὰ τοῦ Πνεύματος τὴν ἀποκάλυψιν ἔχει· αὐτὸ δὲ τὸ Πνεῦμα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ φυσικῶς ὑπάρχον, ὥσπερ καὶ ἐν τῷ ἀνθρώπῳ τὸ ἀν-