Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.568
Not analysed yet
θρώπινον, πρόδηλον δήποθεν ὡς Θεὸς μὲν, τὸ Πνεῦμα τὸ ἐξ οὗ κυρίως ἔχον καὶ φυσικῶς ἐν Θεῷ. Τὰ δ' ἄλλα ποιήματα καταχρηστικώτερον, ὡς ἐκ ποιητοῦ καὶ δημιουργοῦ πεφηνότα, τὸ ἐξ οὗ λεγόμενα. Μαρτυρίαι τοῦ ῥητοῦ. Ὁ Παῦλος· «Ἡμεῖς δὲ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐλάβομεν, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν.» Καὶ πάλιν· «Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν αὐτῷ.» ΑΛΛΟ. «Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ. Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. ΑΛΛΟ. Εἰ τὸ πνεῦμα τὸ ἀνθρώπινον οὐκ ἐξ ἀποκαλύψεως ἑτέρου τινὸς οἷδε τὰ ἐν αὐτῷ, ἀλλ' ὡς φυσικῶς καὶ κυρίως ὑπάρχον αὐτοῦ, τὰ τῆς καρδίας βάθη γινώσκει καὶ ἐρευνᾷ, οὕτω δὲ [f. δὴ] ἐν Θεῷ καὶ Πατρὶ τὸ Πνεῦμα τὸ ἅγιον. Τῆς φύσεως ἄρα τῆς θείας ἔσται, καθάπερ καὶ τοῦ ἀνθρώπου τὸ ἀνθρώπινον. ΑΛΛΟ. Ἐπιστέλλει δὲ τισὶν ὁ Παῦλος· «Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν, τὸ δὲ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην.» Δέχου μοι πάλιν ἐντεῦθεν ὀρθὰς περὶ τοῦ ἁγίου Πνεύματος τὰς ἐννοίας, ἵνα δὴ καὶ ἐκμάθῃς ἀπὸ τῆς τοῦ Σωτῆρος ὑπάρχον οὐσίας, καὶ τῆς μιᾶς θεότητος οὐκ ἀλλότριον. Πνεῦμα γὰρ ἀποκαλέσας αὐτοῦ Θεοῦ, εὐθὺς αὐτὸ καὶ Πνεῦμα λέγει Χριστοῦ. Δεικνύων μὲν ὅτι πάντα τὰ τοῦ Πατρὸς ἴδια, διαβαίνει ἐπὶ τὸν ἐξ αὐτοῦ φυσικῶς γεννηθέντα Υἱόν. Χριστὸν δὲ πάλιν εὐθὺς τὸ Πνεῦμα καλεῖ, λέγων· «Εἰ δὲ Χριστὸς ἐν ὑμῖν,» οὐκ ἀλλότριον αὐτὸ δεικνύων τῆς τοῦ Λόγου φύσεως. Ἀλλ' οὕτως ἡνωμένον, εἰ καὶ ἔστιν ἰδιοσύστατον, ὡς αὐτό τε ὑπάρχειν ἐν Υἱῷ, καὶ Υἱὸν ἐν αὐτῷ διὰ τὴν τῆς οὐσίας ταυτότητα. ΑΛΛΟ. Ἐκ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον εἶναί φαμεν, καὶ οὕτω πιστεύομεν. Ἀλλ' οἱ πρὸς μόνον τὸ δυσφημεῖν ἑτοιμότατοι, καὶ τὰ ἄλλα πάντα ἐκ Θεοῦ γενέσθαι φασὶ, τοῦ Παύλου γράφοντος· «Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα.» Εἶτα νομίζουσιν δύνασθαι ἀνατρέπειν τὸ ἐκ τῆς οὐσίας εἶναί τε τοῦ Πατρὸς τὸ Πνεῦμα, διὰ τὸ φέρεσθαι καὶ κατὰ τῶν ποιημάτων, τὸ, ἐξ οὗ, ὅπερ ἐπὶ τοῦ Πνεύματος κείμενον, ἐκ τῆς οὐσίας αὐτὸ φυσικῶς ὑπάρχον ἀποδεικνύον· ἀλλ' ἔστι πρὸς τοῦτο λέγειν, ὅτι καὶ ἐφ' Υἱοῦ κυρίως μὲν κεῖται τὸ υἱὸς ὄνομα, κεῖται δὲ καὶ ἐπ' ἀνθρώπων καταχρηστικῶς. Καὶ οὐ δή που τὸ θέσει τισὶ καὶ κατὰ χάριν