Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.569
Not analysed yet
προσκείμενον, ἀνατρέψει τὸν ἔχοντα φυσικῶς· οὕτω καὶ τὸ, ἐξ οὗ, τῶν ποιημάτων κατηγορούμενον, οὐ κατοίσει πρὸς τὴν οἰκείαν ταπείνωσίν τε καὶ ὁμοιότητα τὸ τοῦ Πνεύματος ὑψηλόν τε καὶ θεϊκόν· ἀλλὰ μενεῖ μὲν αὐτῷ κυρίως τὸ, ἐξ οὗ, διὰ τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρός. Χωρήσει δὲ καὶ ἐπ' ἐκεῖνα, διὰ τὸ ἐκ Θεοῦ πρὸς τὸ εἶναι τὰ οὐκ ὄντα δραμεῖν, δι' Υἱοῦ δηλαδή. Εἰ δὲ τὸ πλέον οὐδὲν ἐν Πνεύματι καὶ ποιήμασι διὰ τὸ κατηγορεῖσθαι τὸ ἐξ οὗ κατ' ἀμφοῖν, λεγέτωσαν ἡμῖν ὅτου δὴ χάριν, τοῦ μὲν Πατρὸς οἰκοῦντος ἐν ἡμῖν, Χριστὸς ἐν ἡμῖν ἐστιν· ἑτέρου δέ τινος τῶν ποιημάτων ἀγγέλου τυχὸν ἢ ἀρχαγγέλου ἢ λαλοῦντος ἢ ἐνεργοῦντος ἐν ἡμῖν, οὐκ ἔτι Χριστὸς καὶ Θεὸς λέγεται κατοικεῖν· Ὅπου δὲ ταύτῃ διαφορὰ φαίνεται, πῶς οὐχὶ καὶ πάντα τὴν φύσιν αὐτῆς ὑπάρχειν ἐξηλλαγμένην ὁμολογεῖν ἀναγκαῖον, ὡς τὰ μὲν εἶναι ποιήματα, τὸ δὲ ποιητικὸν, φυσικῶς μὲν ἐνυπάρχον τῷ Ποιητῇ, φοροῦν δὲ πάλιν ἐν ἑαυτῷ τὸν ποιητὴν διὰ τῆς φύσεως ταυτότητα, καὶ τὸ τῆς οὐσιώδους ποιότητος ἀπαράλλακτον; ΑΛΛΟ. Ἐπιστέλλει τισὶν ὁ Παῦλος, καὶ μάλα δὴ φρονῶν τε καὶ λέγων ὀρθῶς· «Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι Θεοῦ υἱοί εἰσιν. Οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον· ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ, ὁ Πατήρ.» Οὐκοῦν εἰ τὸ Πνεῦμα τὸ ἅγιον υἱοὺς ἀποδεικνύει Θεοῦ τοὺς ἐν οἷς κατοικεῖ, καὶ θείας ἐργάζεται φύσεως κοινωνοὺς, ὡς ἐντεῦθεν ἡμᾶς ἡνωμένους ὄντας τῷ ὑπὲρ πάντα ὄντι Θεῷ, μετὰ παῤῥησίας ἀναβοᾷν· «Ἀββᾶ, ὁ Πατὴρ,» οὐκ ἐν δούλοις οὐδὲ ἐν τοῖς ποιήμασι τετάξεται· φορέσει δὲ μᾶλλον φυσικῶς τὸ τῆς θείας οὐσίας ἀξίωμα, ἐξ αὐτῆς τε ὑπάρχον καὶ παρ' αὐτῆς, τοῖς ἁγίοις δι' Υἱοῦ χορηγούμενον, διά τε τοῦτο θεοποιοῦν, καὶ εἰς υἱότητα καλοῦν τοὺς ἐν οἷς ἂν γένοιτο. ΑΛΛΟ. Γέγραπται πάλιν· «Αὐτὸ γὰρ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ.» Ὡς γὰρ ἐκ τῆς οὐσίας ὑπάρχον τῆς τοῦ χορηγοῦντος αὐτὸ τοῖς ἁγίοις, Χριστοῦ δηλαδὴ, καὶ ὡς τοῦ Θεοῦ Λόγου διὰ Πνεύματος ἡμῖν ἐνοικιζομένου καὶ ἐν ἡμῖν γινομένου, πρὸς τὸ τῆς υἱοθεσίας ἀναβαίνομεν ἀξίωμα, αὐτὸν ἔχοντες ἐν αὐτοῖς τὸν Υἱὸν, πρὸς ὃν καὶ ἀναμορφούμεθα τῇ τοῦ Πνεύματος αὐτοῦ μετοχῇ, καὶ εἰς τὸ ἴσον τῆς παῤῥησίας ἀναβαίνοντες σχῆμα, τολμῶμεν λέγειν· «Ἀββᾶ, ὁ Πατήρ.» Οὐκοῦν τὸ Πνεῦμα Θεὸς, εἴπερ ἐργάζεται θεοὺς τοὺς δεχομένους αὐτό. ΑΛΛΟ. Ἐπιστέλλει πάλιν ὁ Παῦλός τισιν· «Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου·» χοϊκὸν εἶναι λέγων τοῦ ἀνθρωπίνου γένους τὸν ἀρχηγέτην Ἀδὰμ, οὗ τὴν εἰκόνα πεφορέκαμεν ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως