Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.572
Not analysed yet
Ἀδὰμ καταβεβηκότες εἰς θάνατον καὶ φθοράν. Ἐπουράνιον δὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, οὗ τὴν εἰκόνα λαβόντες, τὸ ἐνοικῆσαν ἐν ἡμῖν ζωοποιόν τε καὶ ἅγιον Πνεῦμα, πρὸς αὐτὸν ἀναμορφούμεθα τὸν ζῶντα τοῦ Θεοῦ Λόγον, πάλιν εἰς ἀφθαρσίαν ἀναβαίνοντες, καὶ εἰς αἰώνιον ἀνακαινιζόμενοι ζωήν. «Τὸ γὰρ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν,» κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Ὥσπερ οὖν ἐπειδήπερ εἰκών ἐστιν ἀκριβεστάτη τοῦ Πατρὸς ὁ Υἱὸς, ὁ δεξάμενος αὐτὸν καὶ τὸν Πατέρα ἔχει· οὕτως ἐπὶ τὸ ἴσον σχῆμα τῆς ἀναλογίας τρεχούσης, ὁ δεξάμενος τοῦ Υἱοῦ τὴν εἰκόνα, τουτέστι τὸ Πνεῦμα, ἔχει πάντως δι' αὐτοῦ τὸν Υἱὸν, καὶ τὸν ἐν αὐτῷ Πατέρα. Πῶς οὖν ἐν ποιήμασι τὸ Πνεῦμα τὸ ἅγιον καταριθμηθήσεται, εἴπερ ἐστὶν εἰκὼν ἀπαράλλακτος τοῦ Υἱοῦ τοῦ Θεοῦ; Οὐ γὰρ δή που καὶ εἰς τοῦτο παρανοίας βαδιοῦνταί τινες, ὡς τολμῆσαι λέγειν ἐν τοῖς πεποιημένοις τοῦ ποιοῦντος εἰκόνα δύνασθαι διαπρέπειν ἀπαραλλάκτως, καὶ πάντα φέρειν ἐν ἑαυτῇ φυσικῶς ὅσαπερ ἐκείνῳ πρόσεστιν, οὗ καὶ ἔστιν εἰκών. Εἰ δὲ εἰκὼν τοῦ Υἱοῦ τὸ Πνεῦμα καλεῖται, Θεὸς ἄρα καὶ οὐχ ἑτέρως ΑΛΛΟ. Γέγραπται πάλιν· «Προφῆται δύο ἢ τρεῖς λαλείτωσαν.» Εἶτά φησιν· «Ἐὰν δὲ πάντες προφητεύουσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων. Τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὄντως ὁ Θεὸς ἐν ἡμῖν ἐστιν.» Ὅτε τοίνυν οἱ τὸ Πνεῦμα λαμβάνοντες τὸ ἅγιον, Θεὸν ἔχοντες ἐν ἑαυτοῖς προφητεύουσι, καὶ διὰ τοῦτο θαυμάζονται, πῶς ἔσται ποίημα, καὶ οὐχὶ μᾶλλον τῆς ἀνωτάτω πασῶν οὐσίας μετάληψις σχετικὴ, φυσικῶς διαβαίνουσα παρὰ Πατρὸς δι' Υἱοῦ πρὸς τοὺς ἐπιτηδείους εἰς τὸ λαβεῖν, ὥσπερ ἂν γένοιτο καὶ ἐκ πυρὸς θερμότης ἐν σώματι; ΑΛΛΟ. Γέγραπται πάλιν· «Ὁ γὰρ λαλῶν γλώσσαις, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ. Οὐδεὶς γὰρ ἀκούει, Πνεύματι δὲ λαλεῖ μυστήρια.» Ἰδοὺ τὸν γλώσσαις λαλοῦντα, Θεῷ διαλέγεσθαι σαφῶς ὁ Παῦλός φησιν. Εἶτα Θεὸν δεικνύων τὸ Πνεῦμα, συνάψας ἐπάγει· «Πνεύματι δὲ λαλεῖται μυστήρια.» Πῶς οὖν οὐκ ἔσονται τοῖς τῆς δυσφημίας ἐγκλήμασιν ἔνοχοι, οἱ τὸ Πνεῦμα τολμῶντες καταριθμεῖν ἐν ποιήμασιν; ΑΛΛΟ. Ἐπιστέλλει πάλιν Κορινθίοις ὁ Παῦλος· «Ἡμεῖς γὰρ ναοί ἐσμεν Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεός· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν.» Καὶ πάλιν ἐπὶ τούτοις· «Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ τὸ ἐνοικοῦν ἐν ἡμῖν.» Καὶ πάλιν· «Εἴ τις οὖν τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Οὐκοῦν εἰ τὸ Πνεῦμα λαβόντες, καὶ ναὸς