Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.573
Not analysed yet
καὶ οἶκος Θεοῦ χρηματίζομεν, ὡς Θεὸν ἔχοντες ἐν ἑαυτοῖς οἰκοῦντα καὶ ἐμπεριπατοῦντα, καθὼς γέγραπται, πῶς οὐ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, κἂν μὴ βούλωνταί τινες τῶν δι' ἐναντίας, οἷς τὸ μὴ πείθεσθαι τῇ θείᾳ Γραφῇ σύνηθές τε καὶ φίλον; ΑΛΛΟ. Ὁ μακάριος Παῦλος δοῦλον ἑαυτὸν Ἰησοῦ Χριστοῦ καὶ κλητὸν ἀπόστολον ἀποκαλῶν, ἀφωρίσθαι φησὶν εἰς Εὐαγγέλιον Θεοῦ. Εἶτα πάλιν ἑτεροτρόπως τὸ αὐτὸ σημαίνων, ἐπιστέλλει πρός τινας ὡς περὶ Θεοῦ· «Ὃς ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος.» Εἰ τοίνυν διαθήκην Πνεύματος οἶδεν τὸ Εὐαγγέλιον τοῦ Θεοῦ εἰς ὃ καὶ ἀφωρίσθαι φησὶ, πῶς οὐ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον; ΑΛΛΟ. Γέγραπται πάλιν· «Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Ἀλλ' εἴπερ ἦν ὄντως ποίημα καὶ κτίσμα κατὰ τὴν τῶν ἑτεροδόξων μανίαν τὸ Πνεῦμα τὸ ἅγιον, πῶς ὅλην ἔχει τοῦ Θεοῦ τὴν ἐνέργειαν; Οὐ γὰρ δή τις τοσοῦτον, οἶμαι, τοῦ φρονεῖν ὀρθῶς ἐκβήσεται, ὡς τολμήσαι καὶ μόνον εἰπεῖν τὴν θείαν οὐσίαν δι' ὀργάνων τινῶν ἔξωθεν εἰς τὸ εἶναι παρενεχθέντων διακονεῖσθαι πρὸς ἐνέργειαν τὴν ἐξ αὐτῆς φυσικῶς διαβαίνουσαν πρός τινας τῶν ἐπιτηδείων πρὸς τὸ λαβεῖν. Ἐπειδὴ δὲ ζωὴ μὲν ἔστι κατὰ φύσιν ὁ Υἱὸς, ζωοποιεῖ δὲ τὸ Πνεῦμα τὸ παρ' αὐτοῦ χωρηγούμενον, ἀνάγκη λοιπὸν ἐκ τῆς οὐσίας ὑπάρχειν ὁμολογεῖν αὐτὸ τῆς τοῦ Υἱοῦ καὶ Θεοῦ, καὶ πᾶσαν αὐτοῦ τήν τε δύναμιν καὶ τὴν ἐνέργειαν ἔχον, ὥσπερ ἂν εἰ καὶ ὕδατος ἀτμὶς ἀναβαίνοι, καὶ δι' ὧν ἐνεργεῖ τοὺς παρ' οἷς ἂν γένοιτο ψύχουσα, τοῦ ἐκπέμποντος αὐτὴν τὴν φύσιν σημαίνουσα. ΛΟΓΟΣ ΛΔʹ. Παράθεσις ῥητῶν ἐφεξῆς, ἐν οἷς ἔστι τὸν ἐπιτηροῦντα θεωρεῖν, ὅτι Θεὸς τὸ Πνεῦμα, καὶ τὴν αὐτοῦ ἐνέργειαν ἔχον τῷ Υἱῷ πανταχοῦ, καὶ οὐκ ἀπεξενωμένον τῆς οὐσίας αὐτοῦ· ὁμοῦ δὲ διδάσκουσιν ὅτι Θεοῦ λεγομένου κατοικεῖν ἐν ἡμῖν, τὸ Πνεῦμά ἐστι τὸ ἐνοικοῦν. Πρὸς Τιμόθεον ὁ Παῦλος· «Τὴν καλὴν παραθήκην φύλαξον, διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.» Πρὸς Ῥωμαίους· «Οὐ τολμῶ μὲν λαλεῖν τι, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ.» Καὶ πάλιν· «Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς.» Πρὸς Κορινθίους· «Ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε