Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.576
Not analysed yet
ἀπὸ τοῦ Θεοῦ;» Καὶ πάλιν· «Ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν Πνεῦμά ἐστιν.» Ἰδοὺ σαφῶς ἐνθάδε Πνεῦμα λέγει Κύριον· σαφέστερον δὲ τοῦτο ποιῶν, ἐπιστέλλει πάλιν περὶ τῶν Ἰουδαίων· «Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἀλλ' ἕως σήμερον ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Καὶ πάλιν· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Ὅτε τοίνυν εἷς ἐστι Κύριος Ἰησοῦς Χριστὸς, κατὰ τὴν τοῦ Παύλου φωνὴν, Κύριον δὲ τὸ Πνεῦμα καλεῖ, οὐδεμίαν ἄρα φύσεως οἶδε διαφορὰν τοῦ Υἱοῦ καὶ Πνεύματος, ἀλλ' ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ φυσικῶς ὑπάρχον τῷ τῆς κυριότητος ὀνόματι καλεῖ. ΑΛΛΟ. Γράφει πάλιν· «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν·» τὸ Πνεῦμα λέγων τὸ ἐνοικοῦν ἐν ἡμῖν. Ὅτε τοίνυν νοῦς ἀπεκλήθη Χριστοῦ· πῶς ἂν εἴη τῶν πεποιημένων, οὐκ ἐνδεχομένου τὴν θείαν καὶ ἀκήρατον φύσιν ἔχειν τι τῶν ἔξωθεν οὐσιωδῶς ἐν αὐτῇ; ΑΛΛΟ. Εὑρίσκεταί που γεγραμμένον, μᾶλλον δέ φησιν ὁ μακάριος εὐαγγελιστὴς Ἰωάννης· «Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν ὁ Θεὸς, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν.» Εἰ τοίνυν ἐνοικισθέντος ἡμῖν διὰ μετοχῆς τοῦ Πνεύματος, Θεός ἐστιν ὁ ἐνοικῶν, καὶ ἡμεῖς μὲν ἐν αὐτῷ γινόμεθα, αὐτὸς δὲ πάλιν ἐν ἡμῖν, διὰ τὸ Πνεῦμα φορεῖν, πῶς οὐκ ἔσται τὸ Πνεῦμα Θεὸς, ὅλην ἔχων οὐσιωδῶς ἐν ἑαυτῷ τὴν ἰδιότητα τοῦ Πατρὸς καὶ Θεοῦ, οὗ καὶ Πνεῦμά ἐστι δι' Υἱοῦ τῇ κτίσει χορηγούμενον; ΑΛΛΟ. Φησί που Χριστὸς Ἰουδαίοις προσδιαλεγόμενος· «Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ;» Καὶ δάκτυλόν φησιν ἐνθάδε τὸ Πνεῦμα τὸ ἅγιον, τρόπον τινὰ τῆς θείας οὐσίας ἐκπεφυκὸς καὶ φυσικῶς αὐτῆς ἐκκρεμάμενον, ὥσπερ καὶ ὁ δάκτυλος ἐκ τῆς ἀνθρωπείας χειρός. Βραχίονα μὲν γὰρ καὶ δεξιὰν Θεοῦ τὸν Υἱὸν ἀποκαλοῦσιν αἱ θεῖαι Γραφαὶ, κατὰ τό· «Ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.» Καὶ πάλιν· «Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν· γνόντες δὲ αἰσχυνθήσονται.» Ὥσπερ οὖν ὁ βραχίων φυσικῶς ἐνήρμοσται τῷ ὅλῳ σώματι, πάντα ἐνεργῶν ὅσαπερ ἂν δόξῃ τῇ διανοίᾳ, καταχρίει δὲ συνήθως, τῷ δακτύλῳ πρὸς τοῦτο κεχρημένος· οὕτω τὸν μὲν τοῦ Θεοῦ Λόγον ἐξ αὐτοῦ καὶ