Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.577
Not analysed yet
ἐν αὐτῷ φυσικῶς ἡρμοσμένον, ἵν' οὕτως εἴπω, καὶ ἐμπεφυκότα λογιζώμεθα, ἐν δὲ τῷ Υἱῷ φυσικῶς τε καὶ οὐσιωδῶς διῆκον παρὰ Πατρὸς τὸ Πνεῦμα, δι' οὗ τὰ πάντα χρίων ἁγιάζει. Οὐκοῦν οὐκ ἀλλότριον οὐδὲ ἀπεξενωμένον τὸ Πνεῦμα τὸ ἅγιον τῆς θείας φύσεως φαίνεται, ἀλλ' ἐξ αὐτῆς καὶ ἐν αὐτῇ φυσικῶς. Ὥσπερ οὖν καὶ ὁ τοῦ σώματος δάκτυλος ἐν τῇ χειρὶ, ὁμοφυὴς ὢν αὐτῇ, καὶ ἡ χεὶρ αὖ πάλιν ἐν τῷ σώματι οὐχ ἑτεροούσιος ὡς πρὸς αὐτὸ τυγχάνουσα. Τούτων δὲ ἡμῖν ἐχόντων τῇδε, Θεὸς ἄρα τὸ Πνεῦμά ἐστι, καὶ οὐχ ἑτέρως. ΑΛΛΟ. Λέγει που Ψάλλων ὁ μακάριος Δαβὶδ, καὶ τοὺς λόγους ἀνατείνων πρὸς τὸν Θεόν· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.» Ὅτε τοίνυν τὸ Πνεῦμα καὶ πρόσωπον ἀποκαλεῖ τοῦ Πατρὸς ὡς ἐξεικονίζον διὰ τῆς θεοπρεποῦς ἐνεργείας τὴν ἐξ ἧς ἐστιν οὐσίαν· ἀποκαλεῖ δὲ καὶ χεῖρα διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ παντουργὸν δύναμιν, πῶς οὐκ ἂν εἴη Θεὸς κατ' οὐσίαν τῷ Πατρὶ συνημμένον, ἐξ αὐτοῦ τε ὂν καὶ ἐν αὐτῷ, ὥσπερ οὖν καὶ ἡ χεὶρ τοῦ ἀνθρωπείου σώματος οὐ κεχώρισται, δέδεται δὲ μᾶλλον ἐν αὐτῷ καὶ ἐῤῥιζώθη φυσικῶς. ΑΛΛΟ. Ὅτι Θεὸς τὸ Πνεῦμα, καὶ ἐντεῦθεν εἰσόμεθα· Ὁ τῶν ἀποστόλων πρόκριτος, ᾧ τὸ θεῖον μυστήριον σὰρξ καὶ αἷμα, καθά φησιν ὁ Σωτὴρ, οὐκ ἀπεκάλυψεν, ἀλλ' ὁ Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς λέγει που πρὸς Ἀνανίαν, προσάγοντα μὲν τὴν τοῦ χωρίου τιμὴν, ἀπονοσφισάμενον δέ τι μέρος ἀπ' αὐτῆς· «Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;» Εἶτα συνάπτει πρὸς τούτοις τό· «Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.» Οὐκοῦν εἰ ὁ τῷ Πνεύματι τῷ ἁγίῳ ψευδόμενος, τῷ Θεῷ ψεύδεται, Θεὸς ἄρα τὸ Πνεῦμα καὶ ἐν Θεῷ φυσικῶς. ΑΛΛΟ. Γαλάταις ἐπιστέλλων ὁ Παῦλός φησι· «Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Εἰ δὲ μορφοῦται Χριστὸς ἐν ἡμῖν διὰ τῆς Πνεύματος ἐνεργείας, διὰ πάσης ἀρετῆς ἀναπλάττων ἡμᾶς εἰς οἰκείαν ἐμφέρειαν, καὶ πνευματικοὺς ἐπεργαζόμενος, Θεὸς ἄρα τὸ Πνεῦμα Χριστοῦ τὸ ὡς αὐτὸς ἐν ἡμῖν μορφούμενον. ΑΛΛΟ. Τὰ ἐκ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας εὐαγγελιζόμενος ἀγαθὰ, φησί που Θεὸς περὶ τῶν ἑαυτοῦ ποιμνίων, ὅτι «Ἀναστήσω αὐτοῖς ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν αὐτὰ ποιμαίνοντες μετ' ἐπιστήμης.» Παῦλος δὲ τῆς ἀληθείας ὁ κήρυξ τοῖς