Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.580
Not analysed yet
Ἐφεσίων πρεσβυτέροις προσομιλῶν· «Προσέχετε, φησὶν, ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους.» Ὅτε τοίνυν ἅπερ ὑπέσχετο δρᾷν ὁ Θεὸς μετ' ἐξουσίας τὸ Πνεῦμα πληροῖ, καὶ ποιμένας ἐγείρει κατὰ τὴν ἐν προφήταις ἐπαγγελίαν, οὐκ ἀλλότριον ἄρα τῆς θείας οὐσίας ἐστὶν, ἀλλ' ὡς ἐνέργεια φυσική τε καὶ οὐσιώδης καὶ ἐνυπόστατος, ἐξ αὐτῆς προϊοῦσα καὶ ἐν αὐτῇ μένουσα πάντα ἐργάζεται τὰ τοῦ Θεοῦ. ΑΛΛΟ. Λέγει που Χριστὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα περὶ ἡμῶν· «Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου.» Αὐτός τε πάλιν φησὶν ὁ Θεὸς διὰ τοῦ προφήτου Ἰεζεκιήλ· «Καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγὼ Κύριος, ὁ ἁγιάζων αὐτούς.» Εἰ τοίνυν Θεοῦ λέγοντος ἁγιάζειν τοὺς αὐτῷ προσεδρεύοντας, τὸ Πνεῦμά ἐστι τὸ τὴν ὑπόσχεσιν ἀποπληροῦν καὶ ἁγιάζον, Θεὸς ἄρα τὸ Πνεῦμα, καὶ οὐκ ἀλλότριον τῆς ἀνωτάτω πασῶν οὐσίας. ΑΛΛΟ. Ἐνανθρωπῆσαι τὸν τοῦ Θεοῦ Λόγον, πᾶσα μὲν ἡ θεία διϊσχυρίζεται Γραφὴ, καὶ αὐτοὶ δὲ πάντως ὁμολογήσουσιν οἱ δι' ἐναντίας. Ἐπειδὴ δὲ γέγραπται περὶ αὐτοῦ, ὅτι ποτὲ μὲν ἤγετο τῷ Πνεύματι εἰς τὴν ἔρημον, ποτὲ δὲ καὶ ἤγετο ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν, λεγέτωσαν ἡμῖν οἱ τῆς θείας οὐσίας τὸ Πνεῦμα διορίζοντες καὶ τολμῶντες αὐτὸ τοῖς κτίσμασιν ἐγκαταριθμεῖν, τίνα τρόπον ὁ Υἱὸς ἡ σοφία καὶ δύναμις τοῦ Πατρὸς, τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν ἀνήγετο, καὶ τὸν διάβολον ἐν τῇ ἐρήμῳ διὰ τοῦ Πνεύματος ἐνίκα καὶ κατηγωνίζετο. Ἆρα καὶ ἰσχύος αὐτὸν ἐνδεᾶ τολμήσουσι λέγειν, μᾶλλον δὲ εἰς τοσαύτην δώσουσιν ἀσθένειαν ἐλθεῖν, ὡς ἐν χρείᾳ καθεστηκέναι τῆς ἀπὸ τοῦ Πνεύματος βοηθείας τοῦ πεποιημένου καὶ ἐκτισμένου, κατὰ τὸν τῶν ἑτεροδόξων λόγον; Καὶ πῶς ἔτι τῶν δυνάμεων Κύριος ὁ διὰ κτίσματος βοηθούμενος; Ἀλλὰ τοῦτο καὶ μόνον ἐννοεῖν ἀτοπώτατον. Θεὸς ἄρα τὸ Πνεῦμά ἐστι τὸ ἐν Υἱῷ παρὰ Πατρὸς φυσικῶς ὑπάρχον, καὶ ὅλην αὐτοῦ τὴν ἐνέργειαν ἔχον. Ἐνεργὸς δὲ ὁ Λόγος εἰς τὴν ἐπ' ἐκείνῳ νίκην διὰ Πνεύματος ἦν, ὡς ταύτῃ κεχρημένος ἰσχύϊ, ἔχων τὸ οὐσιωδῶς ἐν ἑαυτῷ, τῷ διαβόλῳ μὲν κατὰ τὴν ἔρημον ἀντιστατοῦν, ἐν δὲ τῇ Γαλιλαίᾳ τὰς διὰ τῶν σημείων δυνάμεις ἐπιτελοῦν. Τὰ γὰρ πάντα παρὰ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι. ΑΛΛΟ. Φησί που Θεός· «Ἦ οὐχὶ καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος;» Καὶ πληροῖ δηλονότι, πανταχόθεν διὰ Πνεύματος παρών. Ὅπερ εἰδὼς ὁ Ψαλμῳδὸς ἔλεγε· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ. Ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει.» Εἰ τοίνυν διὰ τοῦ Πνεύματος πληροῖ μὲν τὰ πάντα Θεὸς, πάρεστι δὲ πανταχοῦ, Θεὸς ἄρα τὸ Πνεῦμα, τὸ τὰ πάντα πληροῦν ὡς Θεός.