Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.581
Not analysed yet
ΑΛΛΟ. Ἀθηναίοις ὁ Παῦλος τὰ πρὸς εὐσέβειαν διαλεγόμενος, καὶ τὸν ἀληθῆ καταγγέλλων Θεὸν, ἔφασκεν, ὡς «Ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν.» Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν τοιαύτην ἐνέργειαν τὴν ἐν ἡμῖν γινομένην παρὰ Θεοῦ, τῷ ἁγίῳ Πνεύματι περιτίθησι λέγων· «Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν.» Θεὸς οὖν ἄρα τὸ Πνεῦμα τὸ ἐν ᾧ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμὲν, κατὰ τὴν τοῦ Παύλου φωνὴν, καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν μαρτυρίαν. ΑΛΛΟ. Λέγει που Χριστὸς περὶ τῶν ἀξίων, εἰς τὸ καὶ θεότητος μετασχεῖν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα.» Ἀλλ' ἔστι δῆλον ὅτι τοῖς ἁγίοις ἐνοικεῖ διὰ Πνεύματος. Ὅτε τοίνυν τὴν τοῦ Πατρὸς παρουσίαν, ὁμοίως δὲ καὶ τὴν τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἀναπληροῖ, πῶς οὐκ ἔσται δῆλον, ὡς οὐ διώρισται τῆς οὐσίας τῆς θείας, ἀλλ' ἐξ αὐτῆς φυσικῶς ἐκπεμπόμενον, ὅλην ἔχει τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὴν ἐνέργειαν; Καὶ ὅτι τὸ Πνεῦμά ἐστι τὸ τοῖς ἁγίοις παρὰ Πατρὸς δι' Υἱοῦ πεμπόμενον, αὐτὸς μαρτυρήσει λέγων ὁ Σωτήρ· «Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος ὃν ἐγὼ πέμψω παρὰ τοῦ Πατρὸς, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ» Καὶ πάλιν· «Ὁ δὲ Παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος διδάξει ὑμᾶς, καὶ ὑπομνήσει ὑμᾶς πάντα ὅσα εἶπον ὑμῖν.» ΑΛΛΟ. Κορινθίοις ὁ Ἀπόστολος ἐπιστέλλων, περὶ ἑαυτοῦ φησιν ἐν ἀρχῇ τῆς ἐπιστολῆς· «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ.» Ἰδοὺ σαφῶς ἐνθάδε τὸ τῆς ἀποστολῆς ὄνομα καὶ πρᾶγμα παρὰ Χριστοῦ καὶ Ἰησοῦ διισχυρίζεται λαμβάνειν. Ἐν δὲ ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπταί τι τοιοῦτον· «Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ, καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν, καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτοὺς,» Εἰ τοίνυν κεκληκότος αὐτὸν εἰς ἀποστολὴν τοῦ Πνεύματος, παρὰ Χριστοῦ Ἰησοῦ κεκλῆσθαί φησι, δείκνυται σαφῶς οὐκ ἀλλότριον τῆς οὐσίας τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλ' ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ, καὶ ὥσπερ ἐνέργειά τις φυσικὴ πάντα δυναμένη πληροῦν ὅσα καὶ βούλεται. ΑΛΛΟ, ὅτι τέλειον τὸ Πνεῦμα τὸ ἅγιον καὶ οὐδὲν ἀτελὲς ἐν αὐτῷ· κἂν γὰρ φέρηταί τινα περὶ αὐτοῦ παρὰ ταῖς θείαις Γραφαῖς, ὑπεμφαίνοντά τι τοιοῦτον, τῆς οἰκονομίας ἕνεκα τῆς δι' ἡμᾶς εἰρῆσθαι δώσομεν. Πρότασις ὡς ἐκ τῶν δι' ἐναντίας. Καὶ πῶς οὐκ ἄτοπον καὶ σφόδρα, φασὶ, δυσμαθὲς, τὸ ἐκ τῆς οὐσίας τῆς τοῦ Θεοῦ λέγειν τὸ Πνεῦμα, τὸ οὕτως ἀτελὲς, καὶ οὐδὲν ἔχον ἐξ αὐτοῦ· ἀλλ' ἐκ μετοχῆς ἐκείνου ὑπάρχον ὅπερ ἐστί; Σαφέστατα γοῦν ἐν τοῖς Εὐαγγελίοις, τοῦτο περὶ αὐτοῦ φησιν ὁ