Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.584
Not analysed yet
Σωτήρ· «Οὐ γὰρ λαλήσει λέγων ἀφ' ἑαυτοῦ οὐδὲν, ἀλλ' ὅσα ἀκούσει, λαλήσει.» Εἴπερ οὖν ἦν ἐξ ἑαυτοῦ, τὸ τέλειον ἔχειν δυνάμενον, ἐλάλησεν ἂν καὶ ἐφ' ἑαυτοῦ, μηδὲν τῆς παρ' ἑτέρου δεηθὲν ὑπομνήσεως. Πρὸς τοῦτο λύσις. Θαυμάσειεν ἄν τις, καὶ μάλα εἰκότως, ἐννοήσας τὴν τῶν δι' ἐναντίας ἀπόνοιάν τε καὶ ἀβουλίαν· δι' ὧν γὰρ ἐχρῆν ἐκπαιδεύεσθαι μᾶλλον τὸ περὶ τοῦ ἁγίου Πνεύματος μυστήριον, καὶ νοεῖν ὅτι δὴ καρπός τις ὥσπερ ἐστὶ τῆς θείας οὐσίας, ἐν αὐτῇ τε ὂν καὶ ἐξ αὐτῆς ἀμερίστως τε καὶ ἀχωρίστως προσερχόμενον, καὶ ἡνωμένον κατὰ τὴν ταυτότητα τῆς φύσεως. «Διὰ τούτων αὐτῶν σκανδαλίζονται, σειραῖς τῶν οἰκείων ἁμαρτημάτων σφιγγόμενοι,» κατὰ τὸ γεγραμμένον, καὶ τὴν εὐθεῖαν τῶν μαθημάτων ὁδὸν διὰ τοῦτο βαδίζειν οὐκ ἰσχύοντες. Οὐ γὰρ ἀτελὲς τὸ Πνεῦμα δεικνύων ταῦτα περὶ αὐτοῦ φησιν ὁ Σωτὴρ, ἀλλ' ἵνα μᾶλλον πληροφορήσῃ τοὺς ἀκροωμένους, ὡς τῆς οὐσίας ὑπάρχον αὐτοῦ, οὐχ ἕτερόν τι λαλήσει παρ' ὅπερ αὐτὸς βούλεται. Καὶ γὰρ νοῦς ὑπάρχων αὐτοῦ, κατὰ τὸν μακάριον Παῦλον· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν,» λέγοντα περὶ τοῦ Πνεύματος, ἐκεῖνα πάντως λογιεῖται καὶ διατάξει, ἅπερ ἂν καὶ αὐτὸς, οὗ καὶ ἔστι νοῦς. Διὰ τοῦτο μηδὲν ἐξ αὐτοῦ λαλήσει τὸ Πνεῦμα· διϊσχυρίσατο, μονονουχὶ λέγων· Ἐγώ εἰμι πάλιν ὁ λαλῶν, ὥσπερ ἂν εἰ καὶ ὁ ἐν ἀνθρώπῳ νοῦς λέγοι περὶ τοῦ προκύπτοντος ἐξ αὐτοῦ λόγου. Οὐ λαλήσει ἀφ' ἑαυτοῦ οὐδέν· ἀλλ' ὅσα ἂν ἀκούσῃ λαλήσει. Καὶ οὐ δή που τὸν κοινὸν τουτονὶ καὶ προφορικὸν τοῦ ἀνθρώπου λόγον, ἀτελῆ τις ἐρεῖ, διὰ τὸ ἐν νῷ μορφοῦσθαι πρότερον, καὶ τὰ ἐξ αὐτοῦ λαβόντα προέρχεσθαι. Φυσικὴ γὰρ ἕνωσις ὀξέως τὰ ἐντεῦθεν ἐν ἐκείνῳ τίθησι. Τοιαύτην τινὰ διάνοιαν δέχεσθαι χρὴ καὶ περὶ τοῦ ἁγίου Πνεύματος. Νοῦς γὰρ ὑπάρχων Χριστοῦ, πάντα τὰ ἐν αὐτῷ διαλέγεται τοῖς μαθηταῖς, οὐκ ἐν ἰδίᾳ τινὶ θελήσει, οὐδὲ μὴν ἐν ἀλλοτρίᾳ βουλήσει τοῦ ἐν ᾧ καὶ ἐξ οὗ ἐστιν ὁμιλοῦν, ἀλλ' ὡς ἐκ τῆς οὐσίας αὐτοῦ φυσικῶς προϊὸν, καὶ ὅλην αὐτοῦ τὴν βούλησιν ἔχον ὥσπερ καὶ τὴν ἐνέργειαν. Ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Τὴν ἀνθρώπου ποίησιν καὶ τὴν εἰς τὸ εἶναι πάροδον ἐξηγούμενος ὁ μακάριος Μωσῆς, εἰληφέναι τὸν Θεὸν χοῦν ἀπὸ τῆς γῆς διισχυρίζεται, καὶ πλάσαι μὲν τῇ παντουργῷ δυνάμει τὸ ὁρώμενον δὴ τοῦτο τοῦ σώματος σχῆμα, ἐμφυσῆσαι δὲ εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς· ὡς γενέσθαι τὸν ἄνθρωπον εἰς ψυχὴν ζῶσαν. Τὸ δοθὲν τοιγαροῦν ἐμφύσημα θεῖον τῷ πεπλασμένῳ, οὐκ αὐτὴν εἶναί φαμεν τὴν ψυχὴν (ἦ γὰρ ἂν ἄτρεπτος ἦν, ὡς ἐκ τοιαύτης προελθοῦσα φύσεως), ἀλλὰ τὴν τοῦ ἁγίου Πνεύματος μετουσίαν ἐντεθεῖσαν ἐξ ἀρχῆς τῇ ἀνθρωπείᾳ ψυχῇ. Πᾶσα γὰρ ἡ τελειότης τοῖς πεποιημένοις διὰ τοῦ Πνεύματος, ὅθεν καὶ κατ' εἰκόνα Θεοῦ τὸ τεχνηθὲν ἐποιήθη ζῶον, ὡς διὰ τῆς μετουσίας τοῦ Πνεύματος,