Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.585
Not analysed yet
πρὸς αὐτὸν μεμορφωμένον. Ἀλλ' ὅπερ ὁ μακάριος Μωσῆς ἐμπεφυσῆσθαι παρὰ Θεοῦ τῷ ἀνθρώπῳ διϊσχυρίσατο, τοῦτο Χριστὸς ἀνανεῶν ἐν ἡμῖν μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἐνεφύσησε τοῖς ἑαυτοῦ μαθηταῖς λέγων· «Λάβετε Πνεῦμα ἅγιον,» ἵνα πάλιν ἀναμορφωθέντες εἰς τὴν ἐξ ἀρχῆς εἰκόνα, σύμμορφοι φαινώμεθα τῷ πεποιηκότι διὰ τῆς τοῦ Πνεύματος μετοχῆς. Ὅτε τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἡμῖν γενόμενον, συμμόρφους ἀποδεικνύει Θεοῦ, πρόεισι δὲ καὶ ἐκ Πατρὸς καὶ Υἱοῦ, πρόδηλον ὅτι τῆς θείας ἐστὶν οὐσίας, οὐσιωδῶς ἐν αὐτῇ καὶ ἐξ αὐτῆς προϊόν. Ὥσπερ οὖν ἀμέλει καὶ τὸ ἐξ ἀνθρωπείου στόματος ἐκτρέχον ἐμφύσημα, εἰ καὶ μικρὸν καὶ οὐκ ἄξιον τοῦ λόγου τὸ ὑπόδειγμα· πάντα γὰρ ὑπερέχει Θεός. ΑΛΛΟ. Ὅρους ἐπωφελεστάτους ταῖς Ἐκκλησίαις ὁ Παῦλος τιθεὶς, καὶ ὅπως ἡμᾶς ἐν αὐταῖς εἶναι χρὴ διατάσσων, καὶ τῷ ἐπὶ πάντων φαίνεσθαι Θεῷ· «Ἀνὴρ μὲν, φησὶ, οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων.» Εἶτα τὴν γυναῖκα δόξαν ἀνδρὸς εἶναι διϊσχυρίσατο. Καὶ κατὰ ποῖον λόγον, ἀναγκαῖον ἐξετάζειν ἀμφότερα. Προκείσθω δὴ οὖν ἐν πρώτοις τὸ περὶ ἀνδρὸς εἰρημένον, καὶ ζητῶμεν ὅπως εἰκὼν ὑπάρχει καὶ δόξα Θεοῦ. Ἀλλ' οἶμαι πρόδηλον εἶναι πᾶσι οὕτω προαγορεύεσθαι τὸν ἄνδρα, διὰ τὸ μετεσχηκέναι θείου Πνεύματος, καὶ δι' αὐτοῦ τῆς θείας γενέσθαι φύσεως κοινωνὸν, ὡς ἐντεῦθεν καὶ τῆς παρὰ Θεοῦ πληρωθῆναι δόξης. Ὡς ἔχων τοιγαροῦν ἐν ἑαυτῷ τὸ Πνεῦμα τὸ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ, καὶ διὰ τῆς πρὸς αὐτὸ κοινωνίας μεμορφωμένος εἰς ὁμοιότητα τοῦ πεποιηκότος, εἰκὼν ἐκλήθη καὶ δόξα Θεοῦ. Μάθοιμεν δ' ἂν οὐδὲν ἧττον, διὰ τοῦ καὶ τὴν γυναῖκα κεκλῆσθαι τοιῶσδε, τοῦ λεγομένου τὴν δύναμιν. Δόξαν αὐτὴν εἶναι τοῦ ἀνδρὸς ὁ Παῦλός φησι, διὰ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ γενέσθαι ταύτην. «Ἔλαβε γὰρ, φησὶν, ὁ Θεὸς μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ τὴν γυναῖκα εἰργάσατο.» Ὥσπερ οὖν ἡ γυνὴ δόξα κέκληται τοῦ ἀνδρὸς διὰ τὸ μέρος εἰληφέναι τῶν αὐτοῦ μελῶν εἰς τὴν οἰκείαν κατασκευήν· οὕτω καὶ ὁ ἀνὴρ δόξα κέκληται Θεοῦ, διὰ τὸ γενέσθαι μετέχων τῆς οὐσίας αὐτοῦ, διὰ τοῦ ἐνοικήσαντος ἐν αὐτῷ Πνεύματος ἁγίου. Τούτων τοιγαροῦν ἐχόντων τῇδε, ἀνάγκη πᾶσα τὸ Πνεῦμα λέγειν μὴ εἶναι γενητὸν ἢ κτιστὸν, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ, Θεὸν δηλαδὴ μετὰ Πατρὸς καὶ Υἱοῦ κατὰ τὴν ταυτότητα τῆς φύσεως προσκυνούμενον. ΑΛΛΟ. Προσέρχεταί τις ἐν τοῖς Εὐαγγελίοις, καί φησι πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· «Διδάσκαλε ἀγαθέ.» Πρὸς τοῦτον Χριστὸς ἀπεκρίνατο· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός.» Χριστοῦ τοίνυν ἕνα τὸν ὄντως καὶ οὐσιωδῶς ἀγαθὸν εἶναι φάσκοντος, ὁ Ψαλμῳδός πού φησι· «Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.» Εἰ τοίνυν ἑνὸς ὄντος ἀγαθοῦ, τὸ Πνεῦμά ἐστι ἀγαθὸν, πρόδηλον ὅτι τῆς θείας ἐστὶ φύσεως, ἐφ' ἧς ἐπαληθεύεται τὸ κυρίως καὶ μοναδικῶς ἀγαθόν.