Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.588
Not analysed yet
ΑΛΛΟ. Ἐπιστέλλει τισὶν ὁ Παῦλος τοιῶσδε· «Γνωρίζω δὲ ὑμῖν, ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνάθεμα Ἰησοῦ· καὶ οὐδεὶς δύναται εἰπεῖν· Κύριος Ἰησοῦς, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Πρόδηλον οὖν ὅτι ὁ μετέχων τοῦ ἁγίου Πνεύματος, οἶδεν ὄντα Κύριον Ἰησοῦν· ὁ δὲ μὴ μετέχων ἀγνοεῖ. Πῶς οὖν ὁ τοῦ Πνεύματος μετασχὼν, οἶδεν ὅτι Κύριος Ἰησοῦς; Ὥσπερ οἱ μέλιτος γευσάμενοι, διὰ τῆς ἐξ αὐτοῦ ποιότητος ἴσασιν ὅτι γλυκὺ τὸ μέλι, οὔτω καὶ ὁ τοῦ Πνεύματος μέτοχος. Οὐκοῦν ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ τὸ Πνεῦμα, ποιότης τις, ἵν' οὕτως εἴπωμεν, ὑπάρχων τοῦ κυριεύοντος ἁπάντων Θεοῦ. Εἰ δὲ τοῦτο, Θεὸς ἄρα, καὶ οὐ γενητὸν ἢ κτιστὸν, ὥσπερ τοῖς ἑτεροδόξοις δοκεῖ. ΑΛΛΟ. Τὰς τῶν θείων χαρισμάτων διανομὰς ὁ μακάριος Παῦλος τῇ τοῦ ἁγίου Πνεύματος ἀναθεὶς ἐνεργείᾳ, γράφει πάλιν· «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἄλλῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Ἀλλ' εἰδὼς ὅτι τὸ Πνεῦμα Θεός ἐστιν, ἐν τῇ αὐτῇ Ἐπιστολῇ πάλιν φησί· «Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν.» Τί τοίνυν ἀμφιβάλλουσιν, εἰ Θεὸς τὸ Πνεῦμα ὑπάρχει κατ' οὐσίαν, οἱ πρὸς μόνον τὸ δυσφημεῖν ἑτοιμότατοι, Παύλου σαφέστατα διειπόντος μὲν, ὡς τὸ Πνεῦμά ἐστι τὸ διαιροῦν μὲν καθὼς ἂν αὐτὸ βούληται τὰ τῶν θείων χαρισμάτων εἴδη; εἶτα πάλιν φάσκοντος, Θεὸν εἶναι τὸν ἐν ταῖς Ἐκκλησίαις τὰ τοιαῦτα χορηγοῦντα τοῖς ἀξίοις; Πῶς δὲ οὐκ ἄτοπον τοὺς ὀρθῶς ἐθέλοντας φρονεῖν, μὴ ταῖς τοῦ Παύλου φωναῖς, ἀλλὰ ταῖς ἄλλων προσέχειν ἀβουλίαις; Θεὸς οὖν τὸ Πνεῦμα, κἂν οἱ ἀμαθεῖς μὴ βούλωνται. ΑΛΛΟ. Τοὺς ἐπὶ ταῖς γυναιξὶν ὁρίζων νόμους ὁ Παῦλός φησι· «Γυνὴ δέδεται ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς. Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. Μακαριωτέρα δέ ἐστιν, ἂν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην. Δοκῶ γὰρ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.» Τί οὖν τὸ ἐντεῦθεν ἡμῖν συναγόμενον; Εἰ μόνῳ πρέπει τὸ νομοθετεῖν Θεῷ, νομοθετεῖ δὲ Παῦλος, ὡς ἔχων Πνεῦμα Θεοῦ, Θεὸς ἄρα Πνεῦμα τὸ ἐν αὐτῷ, τὸ καὶ νόμους αὐτὸν ἀναπεῖθον ὁρίζειν. ΑΛΛΟ. Ἐπιστέλλει πάλιν ὁ Παῦλός τισιν· «Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;» Ἀλλ' ἔστι δῆλον ὅτι τὰ