Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.609
Not analysed yet
αὐτὸν εὑρίσκεται; Ἀλλ' εἷς ὄντως ἐστὶν ὁ Θεὸς, ἁπλοῦς καὶ ἀσύνθετος, καὶ πάσης ἑτεροειδοῦς φύσεως ἀμιγής. Ἐξ αὐτοῦ δηλονότι καὶ ἐν αὐτῷ τὸ Πνεῦμα φυσικῶς καρπὸς ὑπάρχον αὐτοῦ, καὶ οὐκ ἔξωθεν εἰς ὑπόστασιν ἐνεχθὲν, οὐδὲ ἐπίκτητον ἔχον τοῦθ' ὅπερ ἐστὶ, κατὰ τὴν τῶν ἑτεροδόξων ἀβουλίαν. Ἐκ τῆς πρὸς Γαλάτας. «Τεκνία, φησὶ, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Εἰ διὰ μόνου τοῦ Πνεύματος μορφοῦται Χριστὸς ἐν ἡμῖν, καὶ τοὺς ἰδίους ὥσπερ ἐντίθησι χαρακτῆρας, ἀναζωγραφῶν εἰς τὸ τῆς θεότητος κάλλος τὴν ἀνθρώπου φύσιν, Θεὸς ἄρα τὸ Πνεῦμα Χριστοῦ, τὸ ὡς αὐτὸς ἐν ἡμῖν μορφούμενον, ἴδιον δὲ πάντων τῆς οὐσίας αὐτοῦ, καὶ οὐκ ἔξωθεν ὑποστατόν. ΑΛΛΟ. «Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος, τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἐὰν θέλητε, ταῦτα ποιῆτε. Εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἔτι ἐστὲ ὑπὸ νόμον.» Εἰ διὰ τῶν θελημάτων τοῦ Πνεύματος εἰς εὐλάβειαν καὶ ὀρθότητα βίου παιδαγωγούμενοι πρὸς ἐλευθερίαν καλούμεθα, τὴν ἐν νόμῳ δουλίαν ἐκβαίνοντες, Θεὸς ἄρα τὸ Πνεῦμά ἐστι τὸ ἐλευθεροῦν δυνάμενον, καὶ δεσποτικὸν ἔχει τὸ ἀξίωμα. Ὅτι γὰρ μόνῳ τῷ Θεῷ τὸ ἐλευθεροῦν ἐφεῖται, πρόδηλον μὲν ἐκ τοῦ μηδένα δύνασθαι ἀφαιρεῖν ἁμαρτίας πλὴν αὐτοῦ. Οὐδὲν ἧττον καὶ αὐτὸς ἡμᾶς ὁ Σωτὴρ πιστώσεται λέγων· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, δοῦλοί ἐστε.» Ποιήματι μὲν γὰρ τὸ δύνασθαι τοῦτο ποιεῖν οὐ πρόσεστι, μόνῳ δὲ ὡς Υἱῷ καὶ κληρονόμῳ, τῷ ἐκ Θεοῦ καὶ Πατρὸς προελθόντι Λόγῳ. Εἰ τοίνυν μόνου πρὸς ἐλευθερίαν καλοῦντος ἡμᾶς τοῦ Υἱοῦ, φαίνεται τὸ Πνεῦμα τοῦτο ποιοῦν, πῶς οὐκ ἔσται τῆς οὐσίας αὐτοῦ τὸ ὡς αὐτὸς πάντα πράττον, μετ' ἐξουσίας καὶ δυνάμεως θεοπρεποῦς; Εἰ δὲ τοῦτο, οὐ κτίσμα ἐστὶν, οὐδὲ ποίημα τὸ Πνεῦμα Χριστοῦ. Πολλὴν γὰρ ὁ λόγος ἔχει τὴν ἀσέβειαν. Ἐκ τῆς πρὸς Ἐφεσίους. Περὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν λόγον ποιούμενος, «Ἐν ᾧ καὶ ὑμεῖς, ἀκούσαντες, φησὶ, τὸν λόγον τῆς ἀληθείας, τὸ Εὐαγγέλιον τοῦ Σωτῆρος ἡμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας ἁγίῳ, ὅς ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν.» Εἰ τῷ ἁγίῳ Πνεύματι σφραγιζόμενοι πρὸς Θεὸν ἀναμορφούμεθα· πῶς ἔσται γενητὸν τὸ δι' οὗ τῆς θείας οὐσίας ἡμῖν ἡ εἰκὼν ἐγχαράττεται, καὶ τῆς ἀγενήτου φύσεως ἐναπομένει τὰ σήμαντρα; Οὐ γὰρ δήπου τὸ Πνεῦμα ἐν ἡμῖν σκιαγράφου δίκην τὴν θείαν οὐσίαν ζωγραφεῖ, ἕτερον αὐτὸ παρ' ἐκείνην ὑπάρχον· οὐδὲ τοῦτον ἡμᾶς τὸν τρόπον εἰς ὁμοίωσιν ἄγει Θεοῦ, ἀλλ' αὐτὸ Θεός τε ὑπάρχον καὶ ἐκ Θεοῦ προελθὸν, ὥσπερ ἔν τινι κηρῷ