Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.612
Not analysed yet
ταῖς τῶν δεχομένων αὐτὸ καρδίαις ἀοράτως δίκην σφραγῖδος ἐνθλίβεται, διὰ τῆς πρὸς ἑαυτὸ κοινωνίας τε καὶ ὁμοιώσεως, εἰς τὸ ἀρχέτυπον κάλλος τὴν φύσιν ἀναζωγραφοῦν, καὶ κατ' εἰκόνα Θεοῦ δεικνύον αὖθις τὸν ἄνθρωπον. Πῶς οὖν ἔσται ποίημα, τὸ δι' οὗ πρὸς Θεὸν ἡ φύσις ἀνασχηματίζεται, ὡς Θεοῦ γενομένη μέτοχος; ΑΛΛΟ. Περὶ δὲ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας διαλεγόμενος, «Καὶ ἐλθὼν, φησὶν, εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγύς· ὅτι δι' αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα.» Εἰ τὸ Πνεῦμα λαβόντες Χριστοῦ προσαγόμεθα δι' αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ, ὡς τῆς θείας αὐτοῦ φύσεως ἀναδεδειγμένοι κοινωνοὶ, πῶς ἂν εἴη ποίημα, τὸ δι' οὗ τῷ Θεῷ ὡς γένος ἤδη συναπτόμεθα; ΑΛΛΟ. «Ἄρα οὖν, φησὶ, οὐκ ἔτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Χριστοῦ. Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη, αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.» Εἰ ναὸς ἅγιος χρηματίζομεν διὰ τοῦ ἁγίου Πνεύματος, κατοικοῦντος ἐν ἡμῖν τοῦ Θεοῦ, πῶς οὐ πάσης ἀσεβείας ἐπέκεινα βαδιοῦνταί τινες τοῖς πεποιημένοις τὸ Πνεῦμα συντάττοντες, καὶ οὐχὶ μᾶλλον ἐκ τῆς θείας φύσεως ὁμολογοῦντες ὑπάρχειν, τὸ ἐξ αὐτῆς οὐσιωδῶς προερχόμενον, καὶ ἐν Θεοῦ τάξει κατοικοῦν ἐν ἡμῖν; ΑΛΛΟ. «Ἐμοὶ, φησὶ, τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι τίς ἡ οἰκονομία τοῦ μυστηρίου, τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι.» Εἶτα πάλιν ἐν τοῖς ὀλίγον ὀπίσω φησί· «Καθὼς προέγραψα ὑμῖν ἐν ὀλίγῳ πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι.» Εἴπερ οὖν ἐστιν ἀληθὴς ὁ προφήτης βοῶν· «Τίς ἔγνω νοῦν Κυρίου;» πρόδηλον ὅτι τῶν πεποιημένων οὐδὲν τὴν θείαν οἶδε βουλήν· ἐπὶ μὲν οὖν ἀνθρώπων ὅταν λέγηται, τοῦτο παῖς τις, οἶμαι, συνθήσεται. Ἀλλ' ἴδωμεν, εἴ τῳ δοκεῖ, καὶ τὰς ἐν τοῖς οὐρανοῖς ἁγίας δυνάμεις, εἰ μὴ τῆς τοιαύτης λείπονται τιμῆς. Δέχου μοι τοίνυν τὸν ἐν τῷ Ζαχαρίᾳ προσευχόμενον ἄγγελον καὶ λέγοντα· «Κύριε παντοκράτορ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;» Πῶς οὖν εἴπερ ᾔδει, προσῄει μανθάνειν ἀξιῶν; Ἀλλ' ἔστι δῆλον ὡς ἀγνοεῖ. Οὐκοῦν εἰ τῶν ἄλλων οὐδενὸς τὴν θείαν εἰ-