Ancient Greek · ~10 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.613
Not analysed yet
δότος βουλὴν, τὸ Πνεῦμα ταύτην ἐρευνᾷ καὶ περιεργάζεται, καὶ οἶδε τὰ βάθη τοῦ Θεοῦ, καὶ τὰ κεκρυμμένα ἐν αὐτῷ τοῖς ἁγίοις ἀποκαλύπτει καὶ καθίστησι φανερά· πῶς ἂν εὐλόγως ἀποτέμνοιτο τῆς πρὸς Θεὸν ὁμοουσιότητος; Πῶς δὲ οὐχὶ πάντως ἐξ αὐτοῦ τὸ ἐν αὐτῷ φυσικῶς ὑπάρχον ὡς Πνεῦμα αὐτοῦ, καὶ εἰδὸς πάντα τὰ ἐν αὐτῷ; Εἰ δὲ τοῦτο, οὐ κτίσμα, οὐδὲ ποίημά ἐστιν. Ἐκ τῆς Ἰακώβου Ἐπιστολῆς. «Μὴ πλανᾶσθε, φησὶ, ἀδελφοί μου ἀγαπητοί. Πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φωτῶν.» Εἰ ἐκ τοῦ Πατρὸς τῶν φωτῶν ἡ ποικίλη τῶν θείων χαρισμάτων καταπέμπεται δόσις, φησὶ δὲ ὁ Παῦλος ταῦτα πάντα ἐνεργεῖν τὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται, πῶς οὐ Θεὸς ἐκ Θεοῦ καὶ ἐν τῷ Θεῷ Πνεῦμα, τὸ πάντα ἐνεργοῦν τὰ τῷ Θεῷ πρέποντα, καὶ τοῦτο ἐξουσιαστικῶς; Οὐκοῦν οὐ κτίσμα, καθάπερ ἐκεῖνοι ληροῦντές φασι. Ἐκ τῆς Πέτρου Ἐπιστολῆς. «Σωφρονήσατε οὖν, φησὶ, καὶ νήψατε εἰς προσευχὰς, πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ. Ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ.» Ὄρα δή μοι πάλιν, ὅτι τοῦ ἁγίου Πνεύματος ἐξουσιαστικῶς, καὶ καθὼς ἂν βούληται τὰ θεῖα χαρίσματα διανέμοντός τε καὶ ἑκάστῳ τῶν ἁγίων ἐπιμερίζοντος, ὁ θαυμάσιος Πέτρος ἐκ Θεοῦ τῆς τοιαύτης χάριτος τὴν ποικιλίαν τε καὶ δόσιν εἶναι διϊσχυρίζεται, οὐκ ἀλλότριον τῆς θείας φύσεως τὸ Πνεῦμα εἰδώς. Θεὸν οὖν τὸ Πνεῦμα καλοῦντος τοῦ Πέτρου, πῶς οὐ δυσσεβὴς ὁμοῦ καὶ παράφρων ὁ τοῖς ποιήμασιν ἐναρίθμιον τοῦτο τιθεὶς, καὶ τοῖς τῶν ἁγίων ἀποστόλων κηρύγμασιν ἀντιφθέγγεσθαι ῥιψοκινδύνως κατατολμῶν; Ἐκ τῆς Ἰωάννου Ἐπιστολῆς. «Ταῦτα, φησὶ, ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε παρ' αὐτοῦ, μενεῖ τε ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ' ὡς τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστι, καὶ οὐκ ἔστι ψεῦδος. Καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, μένετε ἐν αὐτῷ.» Φαίνεταί τις ἐν προφήταις τοιοῦτος λόγος· «Καὶ ἔσονται πάντων διδακτοὶ Θεοῦ.» Ὅτε τοίνυν οἱ πιστεύσαντες εἰς Χριστὸν, καὶ τῷ ἁγίῳ κατακεχρισμένοι Πνεύματι πάντα δι' αὐτοῦ μανθάνοντες, τῆς μὲν ἐξ ἀνθρώπων διδαχῆς οὐκ ἐν χρείᾳ καθιστᾶσι, διδακτοὶ δὲ μᾶλλον εὑρίσκονται Θεοῦ, κατὰ τὸν ἐν τοῖς προφήταις λόγον, Θεὸς ἄρα τὸ Πνεῦμα σαφῶς. Τὸ δὲ οὔτως ἔχον φύσει, πῶς ἂν εἴη ποίημα; ΑΛΛΟ. «Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ, καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν μένει, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν.» Εἰ