Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.616
Not analysed yet
τοῦ Πνεύματος τοῦ ἁγίου ἐν ἡμῖν οἰκοῦντος, Θεός ἐστιν ὁ κατοικῶν, πῶς οὐ Θεὸς καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, ὅπερ εἴ τις ἔχοι, Θεὸν ἐνοικοῦντα φορεῖ; Ὃς καὶ διὰ τοῦ προφήτου φησὶν, ὅτι «Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός.» Καὶ εἰ Θεὸς καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, τίς αὐτὸ ῥιψοκινδύνως ὅτι γενητὸν εἴη λέγων τὴν αἰώνιον ἐκβήσεται κόλασιν; ΑΛΛΟ. «Τίς ἐστιν, φησὶ, ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; Οὗτός ἐστιν ὁ ἐλθὼν δι' ὕδατος καὶ αἵματος καὶ Πνεύματος, Ἰησοῦς Χριστὸς, οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλὰ καὶ ἐν τῷ Πνεύματι καὶ ἐν τῷ αἵματι· καὶ τὸ Πνεῦμά ἐστι τὸ μαρτυροῦν, ὅτι τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια. Ὅτι οἱ τρεῖς εἰσιν οἱ μαρτυροῦντες, τὸ Πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστί.» Θέα δὴ πάλιν ὅτι τῆς ἀληθείας ὁ κήρυξ Θεόν τε καὶ ἐκ Θεοῦ φυσικῶς τὸ Πνεῦμα καλεῖ. Εἰρηκὼς γὰρ ὅτι τὸ Πνεῦμά ἐστι τὸ μαρτυροῦν, προελθὼν βραχὺ ἐπιφέρει· «Ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστί.» Πῶς οὖν ἔσται ποίημα τὸ τῷ Πατρὶ τῶν ὅλων συνθεολογούμενον, καὶ τῆς ἁγίας Τριάδος συμπληρωτικόν; Ἐκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου. «Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν· Μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Εἰ μόνῃ τὸ δύνασθαι κτίζειν τῇ θείᾳ πρόσεστι φύσει, καὶ τοῦτο αὐτῇ μετὰ τῶν ἄλλων θεοπρεπῶν ἀξιωμάτων τὸ ἐξαίρετον· κτίζει δὲ τὸ Πνεῦμα τὸ θεῖον ἐν τῇ Παρθένῳ ναὸν, τίς αὐτὸ πεποιῆσθαι λέγων, οὐχὶ δυσσεβής τε ὁμοῦ καὶ παράφρων εὑρεθήσεται; τῆς γὰρ ἀνωτάτω πάντων οὐσίας κατηγορεῖ, καθέλκων ὥσπερ αὐτὴν βιαζόμενος εἰς τὸν τῶν ποιημάτων ὅρον, εἰς τὸ εἶναι πρόσφατον καὶ οὐκ ἐν ἀρχῇ. Ἐν ἡμῖν δὲ πρόσφατος οὐκ ἔσται Θεὸς, κατὰ τὸ ἐν Ψαλμοῖς γεγραμμένον. Οὐκ ἄρα γέγονεν ἢ πεποίηται, μᾶλλον δὲ ἦν ἐν ἀρχῇ ἡ θεία καὶ ἀκήρατος φύσις. Εἰ δὲ τοῦτο, πῶς ἂν γεγενῆσθαι νοοῖτο τὸ ἐν Θεῷ καὶ Πατρὶ θεῖόν τε καὶ ἅγιον Πνεῦμα; ΑΛΛΟ. «Εἰ ἐγὼ, φησὶ, ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Διὰ τοῦτο αὐτοὶ κριταὶ ὑμῶν ἔσονται. Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Εἰ διὰ τῆς ἐνεργείας τοῦ Πνεύματος Θεὸς ἐξελαύνων τὰ δαιμόνια δοξάζεται, κτιστὸν δέ ἐστι καὶ γενητὸν, κατά τινας τῶν ἀπαιδεύτων τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ποιήματι ἄρα ἐστὶ τὸ δύνασθαι τῷ Θεῷ. Καὶ πῶς οὐ μείζων ἐστὶν αὐτοῦ τὸ ἐν ᾧ δοξάζεται; Ἀλλὰ τοῦτο δυσσεβὲς νοῆσαί τε καὶ ὅλως εἰπεῖν. Οὐκ ἄρα