Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.617
Not analysed yet
γενητὸν Πνεῦμα τὸ ἐν ᾧ Θεὸς δι' Υἱοῦ τὰ πάντα ἐργάζεται, καὶ διὰ τοῦτο δοξάζεται. Ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου. «Ὅσοι δὲ, φησὶν, ἔλαβον αὐτὸν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν.» Εἰ τὸ Πνεῦμά ἐστι τὸ διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν ἀναγεννῶν ἡμᾶς εἰς σωτηρίαν, ὡς αὐτοῦ δὴ τούτου χάριν γεννητοὺς ἡμᾶς χρηματίζειν Θεοῦ, πῶς οὐκ ἂν εἴη τὸ Πνεῦμα Θεός; Ὅτι δὲ γεννητοὶ Πνεύματος ἡμεῖς οἱ πιστεύσαντες, μαρτυρήσει λέγων ὁ Σωτὴρ πρὸς Νικόδημον· «Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος.» ΑΛΛΟ. «Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ.» Εἰ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ὥσπερ τις καρπὸς ἢ ποιότης ἐστὶ τῆς οὐσίας αὐτοῦ, ἀγένητος δὲ καὶ ἄκτιστος ὁ Πατὴρ, πῶς ἂν εἴη γενητὸν τὸ ἐξ αὐτοῦ προχεόμενον Πνεῦμα; Πῶς δὲ ναοὶ Θεοῦ χρηματίζομεν ἡμεῖς τὸ Πνεῦμα λαβόντες, εἴπερ οὐκ ἔστι Θεὸς, κατὰ τήν τινων ἀβουλίαν; ΛΟΓΟΣ ΛΕʹ. Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ οὐχὶ πεποιημένος. Ἡ Σοφία φησί· «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ ἐλθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Ὁ Ψαλμῳδός. «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.» Ὁ αὐτός· «Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν τῇ λαμπρότητι τῶν ἁγίων, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε.» Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Θεὸς Υἱὸς, ἄῤῥητον ἔχων ἐκ Πατρὸς τὴν γέννησιν. Ἰωάννης εὐαγγελιστής. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ, ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. Ἐκ τῆς Ἰωάννου Ἐπιστολῆς. Ὃ ἦν ἀπαρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. Καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ