Ancient Greek · ~11 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.620
Not analysed yet
ἑωράκαμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν. Ὁ Σωτὴρ ἐν Εὐαγγελίῳ. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστι ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει τίς ἐστιν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Ἰωάννης εὐαγγελιστής. «Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.» Ἦν γὰρ ὁ Λόγος ἐν κόλπῳ, τουτέστιν, ἐν τῇ φύσει τοῦ Πατρός. Ἡσαΐας. «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.» Ἐν τῇ ταπεινώσει, ἡ κρίσις αὐτοῦ ἤρθη. Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται;» Ἀῤῥήτως γὰρ ἐκ Πατρὸς ἐξέλαμψεν ὁ Υἱός. Μιχαίας. «Καὶ σὺ, Βηθλεὲμ, οἶκος τοῦ Ἐφρατᾶ, ὀλίγος εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα, ἐξ οὗ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.» Ἐξῆλθε γὰρ ὥσπερ καὶ ἐξήλατο τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱὸς, οὐ κατά τινα μερισμὸν ἢ ἀποκοπὴν, ἀλλ' ὡς ἐκ φωτὸς ἀπαύγασμα. Πλὴν «ἀπαρχῆς,» καὶ ἵν' οὕτως εἴπωμεν, ἔξω τῶν ἡμερῶν τοῦ αἰῶνος. Οὐκοῦν ἐκ Πατρὸς, καὶ ἀΐδιος. Παῦλος. «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε Θρόνοι, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι, εἴτε Κυριότητες, τὰ πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων.» Ἐν δὲ τοῖς πᾶσιν, αἰῶνές εἰσι καὶ χρόνοι καὶ καιροί· ἀΐδιος οὖν ὁ καὶ πρὸ τούτων Υἱός. Ὁ αὐτός. «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι' οὗ καὶ ἐποίησε τοὺς αἰῶνας.» Εἰ δὲ καὶ αὐτοὶ γεγόνασιν οἱ αἰῶνες δι' Υἱοῦ, πῶς οὐκ ἀΐδιος ὁ πρὸ αἰώνων ἐστί; Ὁ Ψαλμῳδός. «Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ. Πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα σὺ εἶ.» Ἰδοὺ τὸ εἶναι πρὸ πάσης κτίσεως δίδωσι τῷ Υἱῷ. Πάντως δὲ δή που καὶ τοὺς αἰῶνας ἐν τῇ κτίσει θήσομεν. Εἶτα πῶς οὐκ ἀΐδιος ὁ πρὸ πάντων Υἱός; Ὁ Σωτήρ. «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω αὐτό. Καὶ νῦν δόξασόν με, σὺ Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί.» Εἰ δὲ ἦν ἐν Πατρὶ, καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως ὁ Υἱὸς, πῶς ὁ πρὸ πάντων οὐκ ἀΐδιος;