Ancient Greek · ~9 min
Volume 75
Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate 75.621
Not analysed yet
Ὅτι Λόγος ἐστὶν ὁ τοῦ Θεοῦ Υἱός. Ἱερεμίας. «Οὕτως λέγει Κύριος· Εἰ προφῆται εἰσὶ, καὶ ἔστι Λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσάν μοι.» Οὐ γὰρ ἦν ἐν τοῖς ψευδοπροφήταις ὁ τοῦ Θεοῦ Λόγος, τουτέστιν ὁ Υἱός. Ὁ αὐτός. «ᾘσχύνθησαν σοφοί· ἐπτοήθησαν καὶ ἑάλωσαν. Σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν Λόγον Κύριον ἀπεδοκίμασαν;» Ἀπεδοκίμασαν γὰρ τὸν Υἱὸν τοῦ Θεοῦ, λέγοντες οἱ δοκησίσοφοι Γραμματεῖς τε καὶ Φαρισαῖοι· «Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον.» Διὸ δὴ δικαίως κατῃσχύνθησαν. Ἡσαΐου. «Καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακὰ, καὶ ὁ Λόγος αὐτοῦ οὐ μὴ ἠθετήθη.» Σοφὸς γὰρ ὄντως ὁ τοῦ Θεοῦ Λόγου Πατὴρ τοῖς τὸν Υἱὸν ἀθετήσασιν ἐπισωρεύει κακά. Ὁ Ψαλμῳδός. Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν. —Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, καλῶς ψάλλετε αὐτῷ ἐν ἀλαλαγμῷ. Ὅτι εὐθὺς ὁ Λόγος τοῦ Κυρίου, καὶ πάντα ἔργα αὐτοῦ ἐν πίστει. Ἐξαπέστειλε τὸν Λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σύ· καὶ εἰς τὸν Λόγον σου ἐπήλπισα. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, καὶ εἰς τὸν Λόγον σου ἐπήλπισα. Ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα. Καὶ ὁ Λόγος σου ἀλήθεια. Ὁ Παῦλος. Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον· ἁγιάζεται γὰρ διὰ Λόγου Θεοῦ καὶ ἐντεύξεως. Ἰωάννης ὁ εὐαγγελιστής. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ὁ Σωτήρ. Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου, καὶ ὁ Λόγος δὲ ὁ σὸς, ἀλήθειά ἐστιν. Ὁ Παῦλος πρός τινας. Καὶ τανῦν παρατίθεμαι ὑμᾶς τῷ Θεῷ, καὶ τῷ Λόγῳ τῆς χάριτος αὐτοῦ. Ἰάκωβος. Βουληθεὶς ἀπεκύησεν ἡμᾶς Λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχὴν τῶν αὐτοῦ κτισμάτων. Πέτρος. Ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ διὰ Λόγου ζῶντος Θεοῦ καὶ μένοντος. Ἰωάννης. Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. Ὁ αὐτός. Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν,