Ancient Greek
1024 to 1026
Damascius, De Principiis 1024-1026
Unproofread scanNot analysed yet
Καὶ δὴ καὶ τοῦτο ζητείσθω εἰ ὅπου ἡ μία ἀναφαίνεται, καὶ αἱ ἄλλαι ἐκφαίνονται· καὶ εἰ τοῦ τρίτου πᾶσαι εἰσιν ἢ τοῦ μὲν τρίτου αἱ τρεῖς, [ἢ] τοῦ δὲ δευτέρου αἱ δύο, μονὴ καὶ πρόοδος, τοῦ δὲ πρώτου μία ἢ μονὴ· δοκεῖ γὰρ ἰδίως εἶναι τοῦ μὲν πρώτου ἡ μονή, τοῦ δὲ δευτέρου ἡ πρόοδος, τοῦ δὲ τρίτου ἡ ἐπιστροφή ἄτε ἤδη προεληλυθότος. Ἄνωθεν οὖν τὰς ἰδιότητας αὐτῶν ἀφορισάμενοι λέγωμεν τὰ φαινόμενα, Θεὸς δὲ ἄγοι πρὸς τὴν ἀλήθειαν. Οὐκοῦν μονὴ μὲν ἐστὶν ἡ τοῦ πρώτου φύσις ἐγκεκραμένη τῷ τρίτῳ, πρόοδος δὲ ἡ τοῦ τρίτου ἀπόστασις ἀπὸ τοῦ πρώτου· οὐδετέρα δὲ ἀκραιφνής, οὔτε ἡ ἀπόστασις ἔρημος οὔσα καὶ διεσπασμένη τῆς οἰκείας αἰτίας, οὔτε ἡ τοῦ πρώτου φύσις ἐν τῷ τρίτῳ καταπεπωκυῖα τὴν πρόοδον, οὔδ’ οὐδὲ ἐῶσα παραλλάξαι τὸ προελθὸν καὶ αὐτὸ ὃ λέγεται προελθεῖν εἰς ἄλλο γένος· ἀλλ’ ἐξ ἀμφοῖν οἷον στοιχείων τὸ τρίτον ἀπετελέσθη γέννημα τοῦ πρώτου γνήσιον, καὶ ὁ φέρει τὴν φύσιν ἐκείνην ἐν τῇ ἑαυτοῦ παραλλάξει. Ἡ δὲ ἐπιστροφὴ σύστασίς ἐστι καὶ περιγραφὴ τοῦ τρίτου καθ’ αὐτὸ θεωρουμένου, οὔτε ὡς μένοντος οὔτε ὡς προϊόντος, μᾶλλον