Ancient Greek
1027
Damascius, De Principiis 1027
Unproofread scanNot analysed yet
δὲ ἕνωσίς ἐστι τῶν δυεῖν στοιχείων εἰς ἄλληλα καὶ ἐπιστροφὴ τοῦ προοδικοῦ εἰς τὸ μόνιμον, καθ’ ἣν ἡ κράσις τῶν δύο στοιχείων, καθ’ ἣν κράσιν ὁ χαρακτὴρ ἐπιγίνεται καὶ τὸ εἶδος τοῦ τρίτου. Διόπερ ἡ ἐπιστροφὴ καὶ τοῦ τρίτου ἐστὶ μόνου· καὶ τοῦτο μέντοι ἰδιοποιὸς λέγεται καὶ τοῦ προελθόντος ἀνάτασις εἰς τὸ μένον ὅτι τοῦ προοδικοῦ ἐν τῷ τρίτῳ εἰς