Ancient Greek
1030
Damascius, De Principiis 1030
Unproofread scanNot analysed yet
ἐπιστρεπτικόν. Τοιγαροῦν καὶ μένει ἐν αὐτῷ τὸ τρίτον κατὰ τὸ ἐγκεκραμένον τῆς μονῆς ἰδίωμα, καὶ προϊὸν ἀφ’ ἑαυτοῦ καὶ ἐπιστρέφει πρὸς ἑαυτό. Ἀλλὰ δὴ τὰ τρία καὶ πρὸς τὸ πρῶτον ἐνεργεῖν λέγεται. Τίς οὖν ἡ διαφορά; ἢ ὅτι διπλὴ ἡ διάκρισις, ἡ μὲν ἀπὸ τοῦ πρώτου, ὡς τρίτου, ἡ δὲ ἀφ’ ἑαυτοῦ ὡς πληθυομένου ἐν ἑαυτῷ καὶ οὐ τρίτου