Ancient Greek
1031
Damascius, De Principiis 1031
Unproofread scanNot analysed yet
ἀπλῶς γινoμένου, ἀλλὰ τριαδικοῦ κατὰ τὴν ἐν αὐτῷ φανείσαν τριάδα. Αλλὰ πᾶσα τριάς καὶ μονάς ἐστι, ἡ πρὸ αὐτῆς πάντως μονάς· ὥστε κατὰ μὲν τὴν τριάδα πρόεισιν ἀφ’ ἑαυτοῦ, κατὰ δὲ τὴν μονάδα, μένει ἐν ἑαυτῷ, ἐπιστρέφει δὲ κατὰ τὴν ἕνωσιν τῆς τριάδος πρὸς τὴν μονάδα. Εἰ δὲ καὶ οὕτω λέγοι τις, οὐκ ἂν πόρρω βάλοι τοῦ ἀληθοῦς, ὡς τὸ