Ancient Greek
1033
Damascius, De Principiis 1033
Unproofread scanNot analysed yet
συνῆψεν κατὰ τὴν εἰρημένην ἐπιστροφήν. Μία οὖν ἐπιστροφὴ ἢ διπλὴ, ἡ μὲν πρὸς ἑαυτό, ἡ δὲ πρὸς τὸ πρὸ ἑαυτοῦ; ἢ τῷ μὲν ὑποκειμένῳ μία, τῇ δὲ σχέσει διπλὴ. Καθόσον μὲν γὰρ ἑαυτὸ περιέγραψεν, ὡς εἴρηται, δι’ ἐπιστροφῆς, ἐπέτρεψε πρὸς ἑαυτό· καθόσον δὲ ὅλον ἔστη καθ’ ἑαυτὸ περιγεγραμμένον καὶ τέλειον, ὡμοιώθη τῷ πρὸ αὐτοῦ, ὅτι καὶ ἐκεῖνο πρὸ τούτου καθ’