Ancient Greek
1034
Damascius, De Principiis 1034
Unproofread scanNot analysed yet
ἑαυτὸ τέλειον, ἑαυτοῦ τινὰ φύσιν ἴδιον εἰληχός, καὶ ὅτι μὲν τὸ τρίτον ὑπέστησεν ἑαυτὸ πρὸς ἐκεῖνο πρῶτον (ἐπιστροφὴ γὰρ καὶ αὕτη τις), καὶ ἕτι πρὸ τούτων ὅτι οἷον τὸ γεννῶν ἠβουλήθη, τοιοῦτον ἀπετελέσθη τὸ γεννώμενον. Τῷ ἄρα αὐτὸ ὅπερ ἐστὶ γενέσθαι ἐπέστραπται ἅμα καὶ πρὸς ἑαυτὸ καὶ πρὸς τὸ πρὸ αὐτοῦ. Ὡς δὲ ἔχει ἡ ἐπιστροφὴ, οὕτω καὶ ἡ πρόοδος·