Ancient Greek
1061 to 1062
Damascius, De Principiis 1061-1062
Unproofread scanNot analysed yet
κ. ἀποδώ- ζωήν, ἄλλο νοῦν ἀλλ’ οὐχὶ καὶ ἤδη ζῶν γενέσθαι. Ὁ δὲ αὐτὸς ἡμῖν ἁρμοζέτω πανταχοῦ τύπος τῶν τριῶν ἐπιστροφῶν, ὁπούποτε ἂν ᾖσι καὶ ὁπόσων ἢ πρὸς ὁπόσα τῶν προϋπαρχόντων· πρὸς γὰρ ἕκαστα ἐπιστρέφεται τῶν πρὸ ἑαυτοῦ τὸ ἐπιστρεφόμενον, Ρ. φόμενον, εἴτε ἐγγύθεν, εἴτε πόρρωθεν, ἀφομοιοῦταί τε πρὸς ἐκεῖνο πᾶν πρὸς ὃ ἐπιστρέφεται, εἴτε δὴ κατὰ τὰς εἰς αὐτὸ συρρεούσας ἀπὸ τῶν πρὸς ἃ ἐπιστρέφεται ἰδιότητας οἰκείας ἤτοι πληρωμάτων ἢ στοιχείων, ἤτοι συνουσιωμένας τῷ δεχομένῳ, ἢ ἐπεισάκτους ἄλλας γιγνομένας, εἴτε κατὰ τὰς ἐν αὐτῷ τῷ ἐπιστρεφομένῳ διαφόρους ὑπάρξεις, αὐτοῦ οὔσας ἰδίας καὶ οὐκ ἄνωθεν ἤκουσας, ἄλλας δὲ ἐκείναις ἀναλογοῦσαι ταῖς τῶν προγενεστέρων φύσεσι, πρὸς ἃ καὶ ἡ ἐπιστροφὴ κατὰ ἀναλογίαν ἐπιτελεῖται. Ὁ μὲν γὰρ ἤδη προάγων λόγος