Ancient Greek
1063
Damascius, De Principiis 1063
Unproofread scanNot analysed yet
ἕκαστον ἔδωκε λέγειν, πότε μὲν τῷ προεληλυθότι καὶ τρίτῳ ὅρῳ τὸν νοῦν ἀφομοιῶν πρὸς τὸ ὂν, πότε δὲ τῷ ἐνόντι αὐτῷ ἑνουμένῳ ἀνάγων αὐτὸ πρὸς τὸ πρὸ αὐτοῦ ἠνωμένον, τὸ τοῦ ὄντος λέγω συνηρτημένον. Εἰ δὲ ἕκαστον ἀληθές, ἢ οὐδέτερον ἢ τὸ ἕτερον ὁποτερονοῦν, ἢ πάντα ταῦτα πῇ τε καὶ πῶς, εἰσαῦθις ἀναβάλλομαι εἰς τὸν περὶ τῶν μεθέξεων λόγον. Νῦν