Ancient Greek
1064 to 1066
Damascius, De Principiis 1064-1066
Unproofread scanNot analysed yet
δὲ τοσοῦτον διορίζομαι συντομώτερον ὡς ἄλλο μὲν εἶναι αὐτὸ ὃ ἐστιν, ἄλλο δὲ τὸ ὁμοιοῦσθαι πρὸς ἄλλο κατ’ αὐτὸ γε ὃ ἐστιν· οἷον νοῦς ἐστιν ἀφ’ ἑαυτοῦ μένων, ὅς ἐστι, κατὰ τὴν εἰς ἑαυτὸ ἐπιστροφήν, ἑαυτὸν περιγράψας καὶ οὐσιωδῶς καὶ ζωτικῶς καὶ γνωστικῶς· ἀλλὰ καὶ ἀπὸ τῆς ζωῆς προῆλθεν τοῦτο ὃ ἐστιν ὁ νοῦς, πάντα καὶ ἐκεῖθεν ὅσα ἀφ’ ἑαυτοῦ κεκτημένος. Πᾶς οὖν καὶ ὅλος ἐπέστραπται πρὸς τὴν αἰτίαν, οὐ καθοσονοῦν ἑαυτοῦ ἐστιν, ἀλλὰ καθόσον ἐκείνης ὀρέγεται οὖν συνῆφθαι τῇ παραγούσῃ αἰτία καὶ εἶναι πως ἐκείνη ὡς δύναται καὶ ὁρᾶν αὐτὴν ὡς πρὸ αὐτοῦ τεταγμένην καὶ κεχωρισμένην. Οὕτω δὲ ἔχει καὶ πρὸς τὸ ὂν καὶ ἕκαστον τῶν παραγόντων, κἂν ἢ πολλά παρακτικὰ πρὸς ἕκαστον ὁμοίως. Ἀπαιτεῖ δὲ ὁ λόγος μετὰ ταῦτα διαπορούμενος πρῶτον μὲν διὰ τί μόνον τριχῇ διειλόμεθα τῶν τριῶν τούτων ἑκάστην, ἐπιστροφὴν λέγω καὶ πρόοδον καὶ μονήν, οὐσιώδη φαμέν καὶ ζωτικὴν καὶ γνωστικήν. Ἐνῆν μὲν γὰρ ου ἀπ αὐτὸ ἕκαστον εἴτε] ἢ Ε. ἤ τε τῷ ἰδέας ἀναλογούσας. ἑνουμ.» ἀφομοιῶν τι ἐνωμένῳ ἠνωμ. λέγον λόγον ἀφ’ ἑαυτοῦ ὅλως ὅλως Β. καὶ] τὸ παρακτικὰ πολλά