Ancient Greek
1073
Damascius, De Principiis 1073
Unproofread scanNot analysed yet
Τῆς γὰρ ἐπιστροφῆς ἑκάστης ἴδιον εἶναι ῥητέον τὸ συννεύειν αὐτὸ πρὸς ἑαυτὸ μόνον, οὐ μέντοι καὶ ζωοποιεῖν· τοῦτο γὰρ ζωῆς ἢ ζωοποιοῦ τινὸς ἴδιον, ἀλλ’ οὐκ ἐπιστροφῆς αὐτὸ μόνον βουλομένης ἐπιστρέψαι πρὸς ἑαυτό. Ὁμοίως δὲ καὶ τὸ οὐσιοποιῶν τῆς ἐπιστροφῆς ἀλλότριον· ἡ γὰρ ἑαυτοῦ γνώσις οὐκ ἔστι γνωστοποιὸς ν. ποιὸς ἢ γιγνώσκοντος ἀπεργαστική, καίτοι ἐδόκει καὶ ταύτην κατὰ τὸ