Ancient Greek
1074
Damascius, De Principiis 1074
Unproofread scanNot analysed yet
ποιεῖν ἐνδέχεσθαι, εἴπερ καὶ ἐκείνας. Ἔκτον δὴ οὖν ἔστι πρὸς τοῖς εἰρημένοις διὰ τί τῶν πρὸς τὰ προγενέστερα ἐπιστροφῶν ἡ μὲν γνωστικὴ ὁμοίως ἔχει τῇ πρὸς ἑαυτό· γιγνώσκει γὰρ καὶ ἐκεῖνο μόνον, ὥσπερ καὶ ἑαυτὸ κατὰ τὴν ἐπιστροφήν, ἡ δὲ ζωτικὴ τε καὶ οὐσιώδης οὐ τὸν αὐτὸν τρόπον· ἑαυτὸ μὲν γὰρ οὐσιοῖ καὶ ζωοῖ τὸ κατ’ αὐτὰς ἐπιστρεφόμενον πρὸς ἑαυτό,