Ancient Greek
1086
Damascius, De Principiis 1086
Unproofread scanNot analysed yet
ὁ δὲ μέσος ὁ κατὰ τὴν ζωὴν οὔτε ἐν τῷ ἀπεριγράφῳ πέπηγεν, οὔτε ἐν τῷ περιγεγραμμένῳ συνέστη, ἀλλ’ ἔστιν οἷον ἀμφίβιον καὶ οἷον ἐν κινήσει τῇ ἀπὸ τοῦδε ἐπὶ τόνδε, ὅθεν τοῦτον μὲν ζωὴν ὀνομάζουσι, ὡς παρακεκινημένον καὶ οἷον ζέουσαν οὐσίαν. Καὶ γὰρ ἡ εἰδητικὴ ζωὴ τῷ εἴδει ἑκάστῳ προσλιθεμένη τὸ ζέον τοῦτο καὶ κεκινημένον ἐπάγει. Οὕτω γὰρ καὶ ἡ