Ancient Greek
1087
Damascius, De Principiis 1087
Unproofread scanNot analysed yet
τοῦ ὄντος ἀκίνητος φύσις ὑποβᾶσα μικρὸν παρέλυσε μὲν τὸ πεπηγὸς ἐκεῖνο καὶ ἀδιάκριτον, προὐβάλετο δὲ τινα πρόοδον καὶ διακρίσεως ἔμφασιν. Ἡδὴ δὲ προελθοῦσα καὶ διακριθεῖσα καὶ σιᾶσα ἐν εἴδει τῷ ἑαυτῆς περιεγράφη κατὰ τὴν διάκρισιν, καὶ τὰ ἐν ἑαυτῇ ὁλικώτατα καὶ πρεσβύτατα τῶν πάντων διέκρινέν τε καὶ περιέγραψεν. Οὐ γὰρ διεκρίθη τὴν εἰς πάντα διάκρισιν, ἀλλὰ τὴν ἐγγυτάτω τοῦ