Ancient Greek
1089
Damascius, De Principiis 1089
Unproofread scanNot analysed yet
οὐκ ἂν εἴη τὸ μὲν γιγνώσκον, τὸ δὲ γιγνωσκόμενον, τὸ δὲ μέσον ἡ γνῶσις. Εἰκότως ἄρα ἐν τῷ προελθόντι καὶ διακριθέντι ταῦτα ὑφέστηκεν, ὥσπερ καὶ οἱ ἄλλοι διορισμοὶ ἐντεῦθεν ἄρχονται, καὶ αἱ ἄλλαι σχέσεις ὅσαι διακεκριμέναι εἰσίν. Ἔχουσι μὲν οὖν καὶ αἱ ἄλλαι συνδετικόν τι τῶν ἐν σχέσει ὄντων, μάλιστα δὲ ἡ γνῶσις τὸ γιγνώ- σκον τῷ γιγνωσκομένῳ συνάπλει· καὶ