Ancient Greek
1090 to 1091
Damascius, De Principiis 1090-1091
Unproofread scanNot analysed yet
γὰρ ἐκτείνει τὸ γιγνώσκον εἰς τὸ γιγνωσκόμενον δι’ ἔρωτος τοῦ ἀληθοῦς, καὶ τὸ γνωστὸν ἐντίθησι τῷ γιγνώσκοντι διὰ τὴν εἰς αὐτὸ ἀπ’ ἐκείνου διαθρώσκουσαν ἀστραπὴν. Καὶ αὕτη ἥν ἡ γνωστικὴ ἐπιστροφή τοῦ προελθόντος εἰς τὸ παραγαγόν, καὶ καθὸ τὸ ἕτερον τοῦ ἑτέρου διακέκριται· ἑτερότητος γὰρ μὴ οὔσης οὐδὲ γνῶσις, ὥστε ἡ οὐσία οὐκ ἂν ἑαυτὴν γιγνώσκοι, εἴπερ ἦνται πάντη, οὐδ’ ἂν ἄλλο, εἴπερ οὐδαμῇ ἐστὶ διακεκριμένη, ὡς ἔχειν τὸ γνωστικὸν ἄλλο καὶ τὸ γνωστὸν καὶ δὴ καὶ ἐκτείνειν. ἅ τε περιγράφως ἄ τε ὡσπερ ἀκεινημένον κ. ἐπάγη. ἐν αὐτῇ Β περιέγραψεν αὐτὸ Β. περι- έγραφεν αὐτὸ] αὐτὰ ἐν αὐτῷ ἀντιτίθησι τὴν γνῶσιν. Ἡ δὲ ζωὴ λέγεται μὲν νοητὴ καὶ νοερὰ ἀπὸ τῶν ἄκρων, ἔστι δὲ οὐδέτερον ἄκραιφνῶς,