Ancient Greek
115
Damascius, De Principiis 115
Unproofread scanNot analysed yet
ἐκείνῳ πέφυκεν ἐξ ἀνάγκης οὐ ἔστιν ἐνδεές· εἰ δὲ ἀλλήλων ἀντιδεῖται, κατ’ ἄλλο καὶ ἄλλο ἑκάτερον ἐνδεόμενον, οὐκ ἂν εἴη ἀρχή· τῇ γὰρ ὄντως ἀρχῇ τὸ ἀνενδεὲς οἰκειότατον· εἰ γὰρ τοῦ δέοιτο, κατὰ τοῦτο οὐκ ἂν εἴη ἀρχή· δεῖ δὲ τὴν ἀρχὴν αὐτὸ τοῦτο μόνον εἶναι, ἀρχήν. Πρέπει ἄρα ταύτῃ τὸ ἀνενδεὲς καὶ οὐδαμῇ τι πρὸ αὐτῆς εἶναι ὁμολογεῖν· ὁμολογήσει