Ancient Greek
116 to 117
Damascius, De Principiis 116-117
Unproofread scanNot analysed yet
δὲ τὸ ἐνδεὲς ἔχουσα καθ’ ὁτιοῦν· καὶ εἰ μὲν δέοιτο τῶν πρὸ αὐτῆς τινος ὁ ἔστι κυριώτερον ἀρχή, οὐ θαυμαστόν, εἰ καὶ εἴη πρὸς τὰ μεθ’ ἑαυτὴν ἀρχή, ἄτε τούτων γε οὐ δεομένη· εἰ δὲ πῃ δέοιτο καὶ τούτων, οὐδὲ πρὸς ταῦτα τὴν ἀρχῆς ἀξίαν διατηρήσει· ἔστω τοίνυν σῶμα πεποιημένον. Τοῦτο γὰρ ἔστι τὸ πρῶτον ἡμῖν ῥητόν, ὅπερ ἔστι τὸ αἰσθητόν. Ἄρα δὴ τοῦτο πρῶτόν ἔστιν; τὸν ἐσλιν; ἀλλὰ δύο ταῦτά ἐστι, σῶμα καὶ τὸ τοιόνδε, ὅπερ ἐν ὑποκειμένῳ ἔστι τῷ σώματι. Ποτέρα οὖν φύσις ἔστι προτέρα; ἢ γὰρ συναμφότερος ἐνδεὴς ἔστι τῶν οἰκείων μερῶν· ἀλλὰ καὶ τὸ ἐν ὑποκειμένῳ δεῖται τοῦ ὑποκειμένου· μήποτε δὴ τὸ σῶμα ἀρχὴ καὶ οὐσία ἢ πρώτη· ἀλλ’ ἀδύνατον. Πρῶτον μὲν γὰρ ἡ