Ancient Greek
1169 to 1170
Damascius, De Principiis 1169-1170
Unproofread scanNot analysed yet
ἡ μὲν τοῦ προεληλυθότος, ἣν ἴδοι ἄν τις τριτλήν, ὡς γιγνώσκοντος ἀπὸ τοῦ γνωστοῦ προϋόντος, ἰόντος, ὡς ζῶντος ἀπὸ ζωῆς ἢ τοῦ αἰτίου τῆς ζωῆς, ὡς ὄντος ἀπὸ τοῦ πρώτου ὄντος, ἡ δὲ ἐστὶν ἐν τῷ προϊέναι θεωρουμένη, καθ’ ἣν μόνην τὴν ζωὴν ὑφεσθᾶναι λέγομεν, ἐπειδὴ ταύτης οὐκ ἂν εἴη τὰ τρία διακεκριμένα, ἀλλ’ εἴπερ το ἄρα διακεκριμένα, καὶ τινα ἔμφασιν προβαλλόμενα τῆς πρὸς ἄλληλα ἀντιδιαίρεσεως· ἐπὶ γοῦν τῆς γιγνομένης οὐσίας οὐκ ἔστι διελεῖν οὐδ’ ὁπωσιῶν τὸ οὐσιῶδες καὶ γνωστικὸν καὶ ζωτικόν. Ἐὰν ἄρα μόνην θεωρῇ τις καὶ ὀνομάζῃ τὴν ἔρημον ἐκείνου κατάστασιν, οὐκ ἂν οὐδὲ ταύτην διέλοι τριχῇ. Εἰ δὲ μονὴν λέγοι τοῦ προελθόντος, ὄψεται καὶ ταύτην τριχῇ διαιρουμένην· μένει γὰρ ὁ νοῦς καὶ ἐν τῷ γνωστῷ