Ancient Greek
1171
Damascius, De Principiis 1171
Unproofread scanNot analysed yet
κατὰ τὴν γνῶσιν, καὶ ἐν τῇ ζωῇ κατὰ τὴν ἑαυτοῦ ζωήν, ἡ ἐν τῷ αἰτίῳ τῆς ζωῆς, καὶ ἐν τῷ ὄντι κατὰ τὴν μὴ πάντη ἀπὸ τοῦ ὄντος ἔκστασιν, ὡς ἐν τοῖς πρόσθεν ἐλέγομεν. Ὡστε καὶ πρὸς τὸ δεύτερον ἀπὸ τούτων ῥάδιόν τι εἰπεῖν ὡς τοῦ προελθόντος ἐστὶν ἡ ἐπιστροφή· τοῦτο γὰρ καὶ δεῖται τῆς ἐπανόδου ὅ καὶ τὴν ἔφοδον