Ancient Greek
1200
Damascius, De Principiis 1200
Unproofread scanNot analysed yet
ἀπλούστερά ἐστι καὶ μέρους ἑκάστου ὡς τὸ πῦρ φέρε καὶ ἡ γῆ καὶ τοῦ ἐλαχίστου δοκοῦντος εἶναι, νεύρου. Ἕτερα δὲ ὅτι τὰ μὲν μέρη φυλάττει καὶ τὸν οἰκεῖον μερισμὸν καθ’ ὃν ὑπέστη· ἢ εἰ μὴ φυλάττοι, οὐδ’ ἂν εἴη μέρη, τὰ δὲ στοιχεῖα οὐχ ὑπομένει τὴν ὁποσοῦν διάστασιν, ἀλλὰ συγχεῖται εἰς κράσιν, καὶ εἰς ἕνωσιν ἐπείγεται, καὶ ἐν τούτῳ ἔχει