Ancient Greek
1201 to 1202
Damascius, De Principiis 1201-1202
Unproofread scanNot analysed yet
τὸ εἶναι στοιχεῖα, τὸ μὴ παραφαίνειν πῶ τὸν οἰκεῖον μερισμόν, καὶ πολλῷ μᾶλλον οὐδὲ τὴν περιγραφὴν. Τρίτη δὲ αὐτῶν διαφορὰ τὸ μὴ εἶναι τῆς αὐτῆς φύσεως τὰ στοιχεῖα τῷ στοιχειωτῷ, πλὴν ὅσον τούτου λέγεσθαι στοιχεῖα, λέγω δὲ οἷον τὰ τοῦ ἡμετέρου σώματος στοιχεῖα οὐκ ἔστι κατὰ τὸ εἶδος τοῦ κράματος, ὀστέα εἰ τύχοι καὶ σάρκες, ἀλλ’ ὁστέων μὲν καὶ σαρκῶν, ὅταν σύμμετρα γένηται καὶ οἰκειωθῇ πρὸς τοῦτο τὸ εἶδος, καθ’ αὐτὰ δὲ ὅμως ἑτέρας ὑποστάσεως. Καὶ δὴ καὶ τῆς οὐσίας εἰ τινα εἴη στοιχεῖα, οὐκ ἂν εἶεν οὐσίαι τινές. Οὐσία γὰρ ἦν τὸ στοιχειωτόν, τὸ δὲ στοιχεῖον οὐκ ἂν εἴη τὸ στοιχειωτόν· ἄκρα μὲν τοίνυν τὸ περιγεγραμμένον εἰς οἰκείαν ὑπόστασιν, καὶ τὸ συγκεκραμένον εἰς μίαν τὴν κοινὴν