Ancient Greek
1241
Damascius, De Principiis 1241
Unproofread scanNot analysed yet
φύσει παραφαίνονται ὡς πως αὐτῶν αἱ ἰδιότητες, ἀλλ’ οὕπω ὅμως οὐδὲ ταῦτα εἴδη ἔστιν ὅσα λαμβάνεται ὡς στοιχεῖα· οὐδὲ γὰρ μέρη ὡς γέγονεν· ἔστι γὰρ καὶ ἐν τῷ εἰδητικῷ κόσμῳ, τὸ μὲν ὡς οὐσία εἰδητική, μονοειδὴς τις αὕτη συναίρεσις τῶν εἰδῶν, τὸ δὲ μερισμὸς τις αὐτῆς καὶ ἡ συνάγουσα τὸν μερισμὸν ὁλότης εἰδητική τε καὶ αὕτη φύσις ὅλου καὶ μερῶν·