Ancient Greek
1242
Damascius, De Principiis 1242
Unproofread scanNot analysed yet
ἐπὶ δὲ ταύτῃ κατὰ τὸ διακεκριμένον τῆς εἰδητικῆς ὑποστάσεως αὐτὰ διέστη τὰ εἴδη, καὶ τὸ συναγωγὸν τῶν εἰδῶν, πολύμορφον ἐν, ὡς εἴρηται, μονάς, καὶ ὁ τῇ μονάδι συνηρτημένος ἀριθμός. Πρὸ τοίνυν τῆς στοιχειώδους καὶ συννηρημένης εἰδητικῆς οὐσίας ἔστιν ἡ ὡς ἀληθῶς τοῦ ὅλου καὶ τῶν μερῶν ὑπόστασις ἐν τῷ διακρίνεσθαι ὁρωμένη τὴν πρώτην οὐσίαν καὶ ὄντως οὖσαν, ἣν διὰ τοῦτο