Ancient Greek
1274
Damascius, De Principiis 1274
Unproofread scanNot analysed yet
καὶ ἑνὸς τοῦ αὐτοῦ πολλαὶ εἰκόνες οὐδὲν κατὰ τὸ εἶδος διαφέρουσαι, πολλαὶ δὲ ὅμως, ἅτε τοῦ ἑνὸς εἴδους γονίμου ὄντος πολλαχοῦ τῶν αὐτῶν. Καὶ μήποτε διτλὴ ἡ γέννησις, ἢ μὲν κατὰ τὰς εἰδοποιούς διαφορὰς τῶν κοινῶν εἰδῶν, ἢ δὲ κατὰ τοὺς ἀδιαφόρους τῶν αὐτῶν σκεδασμούς, ἤτοι κατὰ συνέχειαν, ὡς ἐπὶ σωμάτων καὶ ποιοτήτων, ἢ κατὰ διορισμόν, ὡς ἐπὶ μονάδων καὶ