Ancient Greek
1275
Damascius, De Principiis 1275
Unproofread scanNot analysed yet
ἀνθρώπων καὶ ἵππων καὶ τῶν τοιούτων εἰδῶν· πάσχει δὲ ἢ ποιεῖ τὴν ἀδιάφορον ταύτην γέννησιν τῶν πολλῶν ἀτόμων, οὐ μόνα τὰ εἰδικώτατα τῶν εἰδῶν, ἀλλὰ καὶ αἱ διαφοραὶ ὅσαι ἐν τούτοις, καὶ τὰ σὺν αὐτοῖς ὁρώμενα γένη. Ἔστι γὰρ ἐμοὶ ἄτομόν τι ζῷον καὶ λογικὸν καὶ θνητόν, καὶ δῆλον ὅτι καὶ τούτων ἡ γέννησις ἀδιάφορος, τοῦτο δὲ ἐστὶν ἄτομος