Ancient Greek
1363 to 1365
Damascius, De Principiis 1363-1365
Unproofread scanNot analysed yet
ἑαυτὸ τὰ διάφορα προήγαγε. Τὸ γὰρ ἔξω πλῆθος κατὰ τὸ εἴσω γεννᾶσθαι πέφυκεν, εἴτε κατ’ αἰτίαν, εἴτε καθ’ ὕπαρξιν, εἴτε διακεκριμένον, εἴτε ἠνωμένον. Ἐστω γὰρ τὸ εἴσω πλῆθος ἠνωμένον, ἀναλογοῦν δὲ ὅμως τῷ διακεκριμένῳ. Καὶ γὰρ εἴ τις λέγοι ὅτι ἀπὸ τοῦ ἑνὸς τὰ πολλά, ἀλλ’ ὅμως ἐν τῷ ἑνὶ πολλὰ οὐκ ἔστιν, εἰδέναι χρὴ ὅτι καὶ τὰ πολλὰ τοῦ ἑνὸς ἔστιν, εἰ θέμις εἰπεῖν, τὸ εἴσω πλῆθος. Εἰ δὲ μὴ τοῦτο, ἀλλ’ ἐκεῖνό γε, συγχωρήσαι ῥάδιον ὅτι ἐν μέσῳ τοῦ ἑνὸς καὶ τοῦ ὁπωσοῦν διωρισμένου πλήθους ἀναγκαῖον εἶναι τὸ ἠνωμένον, καὶ ἐπὶ ἀδιάκριτον πλῆθος. Τοιαῦτα μὲν ἄν τις ἐπ’ ἀμφότερα ἀπορήσειεν περὶ τοῦ εἴσω πλήθους ἐν τῷ νοητῷ. Ὁμοίως δ’ ἄν ἀπορηθείη καὶ περὶ τοῦ ἐκτός. Ἡ γὰρ ὁμοειδὲς τὸ παραγόμενον πλῆθος τῷ παραγόντι, οἷον ἀπὸ τοῦ ἑνὸς ἡνωμένου πολλά ἠνωμένα, ὡς νόες ἀπὸ νοῦ καὶ ψυχαὶ ἀπὸ ψυχῆς, ἢ ἀνομοειδές, ὡς ἀπὸ νοῦ ψυχή, ἢ ἀπὸ ζωῆς νοῦς, ἢ ἀπὸ οὐσίας ζωή· οὕτως ἄρα ἀπὸ τοῦ ἡνωμένου οὐσία καὶ ζωή καὶ νοῦς. Ἀλλ’ εἰ μὲν τοῦτο, οὐ τὸ ἡνωμένον πρόεισιν, οὐδὲ πάσχει τὴν πρόοδον ἐκείνη