Ancient Greek
1366
Damascius, De Principiis 1366
Unproofread scanNot analysed yet
ἡ φύσις, ἀλλ’ ἕτερα τὰ ἀπ’ αὐτοῦ προϊόντα· καὶ γὰρ ἀπὸ τοῦ ἑνὸς τὰ πολλά καὶ τὰ ῥητὰ ἀπὸ τοῦ ἀρρήτου. Οὐ μέντοι ἡ τοῦ ἑνὸς φύσις προέρχεται καὶ γίνεται πολλά, οὐδὲ ἡ τοῦ ἀρρήτου γίνεται ῥητή. Εἰ δὲ ἐκεῖνο, τίς ἄν εἴη διάκρισις τῆς ἡνωμένης φύσεως; ὅμοιον γὰρ ὡς εἴ τις εἴποι τὰ πολλά ἀφ’ ἑνὸς προιέναι ὁμοειδῶς· τοιοῦτον