Ancient Greek
1367
Damascius, De Principiis 1367
Unproofread scanNot analysed yet
γὰρ καὶ τὰ διακεκριμένα λέγειν ἀπὸ τοῦ ἠνωμένου. Τίνος δὲ εἵνεκα καὶ προέλθοι ἄν ἀνομοειδῶς; καὶ γὰρ τοῦ αὐτοῦ σωζομένου εἴδους, οὕτως εἰπεῖν, τὸ αὐτὸ τέλος ἔσται τῆς ὑποστάσεως πρώτοις καὶ μέσοις καὶ τελευταίοις· μήποτε γὰρ οὐδὲ προέρχεται τὴν κατὰ ὕφεσιν μόνην τοῦ αὐτοῦ ἰδιώματος, εἰ μὴ καὶ διαφορὰ προστεθείη τις ἐξαλλάττουσά ὡς τὰ προϊόντα κατ’ εἶδος· οὔτε γὰρ