Ancient Greek
1371
Damascius, De Principiis 1371
Unproofread scanNot analysed yet
εἶδος ὢν, δύναται ἴσως εἰς εἴδη πολλὰ διακρίνεσθαι, καὶ τὸ ὅλον εἰς πολλὰ μέρη, καὶ τὸ μικτὸν εἰς στοιχεῖα· τὸ δὲ ἡνωμένον ὡς ἂν εἰς πρόοδον τὴν ἐν ἑαυτῷ διακριθείη; οὔτε γὰρ ἀνομοειδῶς, πόθεν γὰρ ἐν τῇ ὁμοίᾳ καὶ τῇ αὐτῇ καί, ἔτι μειζόνως εἰπεῖν, ἡνωμένη φύσει τὸ κατ’ εἶδος ἢ ἰδιότητος; ὡς οὖν ἐξῆλλαγμένον; οὔτε ὁμοειδῶς, τὸ γὰρ ἡνωμένον