Ancient Greek
1372
Damascius, De Principiis 1372
Unproofread scanNot analysed yet
οὐδὲν ἄλλο βούλεται ἢ μόνον ὃ λέγεται ἡνωμένον εἶναι· ὥστε καθὸ γεννώμενον, οὐκ ἂν διακριθείη· οὐκ ἄρα ὁμοειδῶς διακρίνεται. Εἰ δὲ καὶ εἴσω κατὰ τὸ δυναμφότερον, οἷον ζωὴ ἡνωμένη ἀπὸ οὐσίας ἡνωμένης, νοῦς ἡνωμένος, ἑκάτερον συμβήσεται ἄτοπον ἄμα, καθάπερ ἰδίᾳ συμβέβηκεν ἐπὶ τε τῆς ὁμοειδοῦς προόδου καὶ ἐπὶ τῆς ἀνομοειδοῦς. Ὅλως δὲ καὶ αὐτὸ τοῦτο ζητητέον ἴσως τὰ νῦν, εἰ