Ancient Greek
1384
Damascius, De Principiis 1384
Unproofread scanNot analysed yet
δὲ αἰτίαν ῥητέον· καὶ οὐ χρεία διπλασιάζειν ἑκάστου τὴν φύσιν τῇ τε ἑαυτοῦ ὑπάρξει λεγομένῃ καὶ τῇ προλήψει τῆς τῶν δευτέρων αἰτίας· τὰ δὲ αὐτὰ καὶ περὶ μεθέξεως ἐροῦμεν· ἢ μὲν γὰρ ἑτέρωθεν τὸ ἐν ἀνθρώπῳ ζῷον, ταύτῃ μέθεξις· ἢ δὲ συμπληροῖ τὸν ἄνθρωπον, ταύτῃ ὕπαρξις τοῦ ἀνθρώπου. Ἐπὶ δὲ ἀνωτέρω ζητήσειεν ἂν τις εἰκότως ὅπως ἀφ’ ἑνὸς πολλά προέρχεται.